140
κτενοῦντας ἡμᾶς. ἀλλ' ̔Ηρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην αδειαν παρασχόντας αὐτῷ. ιστε τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς ουτος, ον νῦν δι' ̔Υρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν ̔Υρκανόν." οτι δὲ ταῦτα εἰς εργον ἐξέβη δηλώσει προϊὼν ὁ λόγος. ̔Υρκανὸς δὲ εἰς αλλην ἡμέραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ ̔Ηρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ ὁ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρατηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ ̔Ηρώδῃ ἀπο1.352 δομένου, οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ ηκεν ̔Ηρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ ̔Υρκανοῦ οτι ολως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς ̔Ιεροσολύμοις προσβαλεῖν ὁ πατὴρ καὶ ὁ ἀδελφός. Καὶ τὰ μὲν κατὰ τὴν ̓Ιουδαίαν ἐν τούτοις ην, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης. Βάσσος Καικίλιος, εις τῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα δι' ἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος ̓Ιουλίου στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, ὁ ̓Αντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ων ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος ηλθεν ἐκ ̔Ρώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. ὁ δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσσιον ἐν ̔Ρώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιᾶς συλλογὴν αλλων ἀλλαχῇ διεσπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ περιιὼν ταύτην οπλα καὶ στρατιώτας συνήθροιζε, καὶ ἐφορολόγει βαρύτατα, καὶ ἐξ ̓Ιουδαίας ἑπτακόσια τάλαντα ἀργυρίου ἐπράξατο, ων τὴν εισπραξιν ὁ ̓Αντίπατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. ὁ ουν ̔Ηρώδης πρῶτος οσα ην αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος ην αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃρέθη δ' αν ὑπὸ Κασσίου ὁ Μάλιχος, εἰ μὴ ὁ ̔Υρκανὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δεξιωσάμενος δι' ̓Αντιπάτρου αὐτόν. ηδη δὲ Κασσίου μεταστάντος τῆς ̓Ιουδαίας ̓Αντιπάτρῳ Μάλιχος ἐπεβούλευεν, ὡς εἰ ουτος φθαρείη, ἀσφαλείας ἐσομένης τῷ ̔Υρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ' οὐκ ελαθε τὸν 1.353 ̓Αντίπατρον, ἀλλ' ἠσφαλίζετο ἑαυτόν· καὶ ὁ Μάλιχος ἠρνεῖτο μεθ' ορκων. Μάρκος δ' ἐν τῇ Συρίᾳ στρατηγῶν μικροῦ ἀνεῖλεν αν τὸν Μάλιχον, εἰ μὴ ̓Αντίπατρος παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ ̔Ηρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς ̓Ιουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ος τότε πρὸς ̓Αντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. οτε καὶ Μάλιχος τὸν ̔Υρκανοῦ οἰνοχόον χρήμασιν ὑπελθὼν φαρμάκῳ κτείνει ̓Αντίπατρον· παρὰ γὰρ ̔Υρκανῷ εἱστιῶντο ἑκάτεροι. γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν ̓Αντιπάτρου υἱῶν, ὁ Μάλιχος εξαρνος ην. τῷ μὲν ουν ̔Ηρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς ἐκδικεῖν, ὁ δέ γε Φασάηλος δόλῳ μᾶλλον ηθελε τὸν Μάλιχον μετελθεῖν, ινα μὴ ἐμφυλίου πολέμου γένωνται αιτιοι. πιστεύειν ουν τῇ ἀρνήσει τοῦ Μαλίχου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν ̔Ιεροσολύμοις ηκεν ̔Ηρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν· ̔Υρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν οχλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. ὁ δὲ μὴ φροντίσας τῶν λόγων εισεισι νυκτὸς εἰς τὴν πόλιν. Μάλιχος δ' ετι τῆς ὑποκρίσεως ειχετο, δακρύων τὸν ̓Αντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Κασσίου τὴν Λαοδίκειαν, αμφω πρὸς αὐτὸν ἀπῄεσαν. καὶ ̔Ηρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐταμίευεν· ὁ δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑποκλέψαι, καὶ εἰς τὴν ̓Ιουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν κατασχεῖν. ̔Ηρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου 1.354 ὑπονοήσας, προεισπέμψας εἰς Τύρον λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖραι αὐτόν. ηδη γὰρ αὐτοῖς παρὰ Κασσίου προώριστο συμπράττειν ̔Ηρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦσιν αὐτόν. ̔Υρκανὸς δὲ ὑπὸ