140
delta.570 ∆ρώπαξ. ὁ κεκαλλωπισμένος ἀνήρ. ∆ρώπτησ. πλανήτης, πτωχός. ∆ρογγίλων. χωρίον Θρᾳκικόν. ∆ρύασ. παρὰ τὸ δρῦς, δρυός. οἱ γὰρ ἀρχαῖοι πᾶν δένδρον δρῦν ἐκάλουν. τὸ δρῦς ψιλὸν διατί; ἐκ τοῦ δρῦς· τὰ εἰς ˉυˉν καὶ εἰς ˉυˉς απαντα ἐπ' εὐθείας καὶ ἑνικῆς πτώσεως διὰ τοῦ ˉυ ψιλοῦ γράφεται. *∆ρόμων. ειδος πλοίου.* ∆ραγμή. σταθμὸς ὡρισμένος. η τὸ συνάθροισμα τὸ εξ ὀβολῶν. παρὰ τὸ δέδραγμαι δραγμή. τὸ παλαιὸν γὰρ τῶν ἀνθρώπων ὀβολοῖς κεχρημένων ἀντὶ νομισμάτων, ους τῇ χειρὶ δραξαμένους, δυνατὸν ην, ἐκάλουν δραγμήν. δραγμαὶ ἑκατὸν ποιοῦσι μνᾶν. δραγμὴ δὲ ὁλκὴ νομίσματος εἰς ἀργύριον. δραγμαὶ δέκα, δραγμαὶ εξ ὀβολῶν. †∆ρῆροσ. πόλις Κρητική.† †∆ράπων. ὁ δραπέτης.† †∆ρόγγοσ. ἑορτή.† ∆ραματουργία. πλάσις ψευδής. δραματουργία τοῦ ̔Ησαΐου ἡ προσωπικὴ τοῦ συγγραφικοῦ λόγου διάθεσις. οἱ μὲν γὰρ τῶν ἀγγέλων ὡς ἐρωτῶντες καὶ πυνθανόμενοι, οἱ δὲ ἐρωτώμενοι κατὰ τὴν διατύπωσιν τῶν τοῦ προφήτου λόγων εἰσάγονται. delta.571 ∆ρᾶσισ. σημαίνει καὶ τὴν πρᾶξιν καὶ τὴν ορασιν. παρὰ τὸ δρῶ τὸ πράττω· σημαίνει καὶ τὸ βλέπω. καὶ τὸ δρὰξ καὶ τὸ ὑποδράξ. καὶ δρατοὶ οἱ ὀφθαλμοί. παρὰ ουν τὸ δρῶ δρᾶσις, ὡς πράξω, πρᾶξις. ∆ρηστοσύνη. ἡ δουλεία. ∆ροίτη. ἡ πύελος, ἐν ῃ τιθηνεῖται τὰ βρέφη. Παρθένιος καὶ Αἰσχύλος τὸν σορὸν λέγουσι. ειρηται ουν ἡ λέξις παρὰ τὸ δόρυ καὶ τὸν οιτον τὸν θάνατον. τὸ δόρυ τὸ εἰς θάνατον ἐπιτήδειον. η ἐκ δρυὸς εἰς οιτον πεποιημένη. Ερμιππος δὲ ὁ Βηρύτιος δρύτην τὴν πύελον καλεῖ, παρὰ τὴν δρῦν τὴν ξυλίνην. κατὰ τὸν Ερμιππον ουν διὰ τοῦ ˉυ ψιλοῦ γραφήσεται. ∆ρόσοσ. κατ' ελλειψεν τοῦ ι. οιον ὑπὸ τοῦ ∆ιὸς σουμένη. διοσσὸς τὶς ουσα, καὶ πλεονασμῷ τοῦ ρ δρόσος. ∆ρυοῦντος καὶ ∆ρυσοῦσ. πόλεις. ∆ρύπτα. α τ' ἐφιουλκὲς δρύπτα καὶ τυροῦ δρύψια κυκλιάδων· τουτέστιν ἐλαίας καὶ τυροῦ ξέσματα περιφερῆ. ∆ριμεῖα. ἡ δριμυτάτη. (Οὐδέτερον.) ∆ράγματα. αἱ ἀπαρχαί. ∆ράγμα. οσον περιλαμβάνει τῇ ἀριστερᾷ χειρὶ ὁ θερίζων. παρὰ τὸ δράξασθαι, τὸ συλλαμβάνειν. ουτως δραγμὴ καλεῖται τὸ πλῆθος τῶν κερμάτων ητοι τῶν ὀβολῶν. ∆ρᾶμα. ὑπόκρισις, συσκευή. λέγεται δὲ καὶ τὸ ποίημα καὶ τὸ πρᾶγμα· η λόγος περιέχων ὑπόθεσιν. παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἀφ' ου καὶ δρᾶσαι τὸ πρᾶξαι. ὁ παθητικὸς παρακείμενος delta.572 δέδραμαι καὶ ἐξ αὐτοῦ δρᾶμα. λέγεται καὶ δράματα τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα, ὡς ἐν ὑποκρίσει· ως φησιν ̓Αριστοφάνης· ἐπειδὴ ἐν ἱερῷ ̔Ηράκλεις δειπνοῦντες, επειτα ἀναστάντες ἐγίνοντο χορός. καὶ τὰ ἐκ κατασκευῆς καὶ κακουργίας δρώμενα κατά τινος ὑπό τινων δράματα λέγονται. ∆ραστήριον. τὸ κόσμιον καὶ τὸ ησυχον. μετὰ τοῦ δραστηρίου αὐτοῦ ἐτέτακτο καὶ τοῦ ἀνδρώδους. ∆ρατά. -παρὰ δὲ δρατὰ σώματα νήει. κατὰ μετάθεσιν τοῦ ˉρ. ὡς φθείρω, φθαρτὸς, φθαρτὴ, φθαρτὰ, ουτως δείρω, δαρτὸς, δαρτὸν καὶ δαρτὰ καὶ καθ' ὑπερβιβασμὸν δρατὰ, ὡς ὀφιόσπαρτον, ὀφιόσπρατον. ∆ρέπανον. χωρίον Σικελίας. ειρηται ἀπὸ τοῦ ἐκεῖσε κεῖσθαι τὸ δρέπανον, ῳ ἀπέτεμε καὶ ἀπέκοψε τὰ αἰδοῖα τοῦ Οὐρανοῦ ὁ Κρόνος. η ἀπὸ τοῦ σχήματος· δρεπανοειδὴς γὰρ ὁ τόπος. ∆ρία βησσήεντα. ορη σύνδενδρα. οὐκ ἀπὸ τοῦ δρίεα κατὰ συγκοπὴν, ἀλλ' ωσπερ ἀπὸ τοῦ μέγαρος μέγαρον γίνεται, ουτως δρίος δρίον, καὶ ωσπερ τὸ μῦρον μῦρα, ουτως δρίον δρία. ∆ρύϊνα. ξύλινα καὶ ὡς αν τὶς ειποι λίθινα· πᾶν γὰρ ξύλον δρῦς καλεῖται. ∆ρύφακτα. περιτειχίσματα, διαφράγματα. ∆ρίφη. ξέσματα. ∆ρώπα. τὰ δρεπτὰ, ητοι τὰ τετρυγημένα, η τὰ δρέπανα. ( ̔Ρῆμα.) ∆ρώμενα. πραττόμενα, ἐνεργούμενα. delta.573 ∆ραξάμενοσ. κρατήσας, ἐπιλαβόμενος. ∆ρᾷν. πράττειν. ∆ρᾶ. ἀντὶ τοῦ πράττε. ∆ρακάζεισ. κρύπτῃ. ∆ραπετεύσασ. φυγών. τὸ ˉδˉρˉα μακρόν. ∆ράσασ. ποιήσας· πράξας. ∆ρασείοντεσ. ἐπιθυμοῦντες. ουτως Ἀριστοφάνης. ∆ραθεῖν καὶ δραθέειν. παρὰ τὸ τοῖς δέρμασι δαρθεῖν, ο ἐστιν ἐπὶ δερμάτων καθευδῆσαι. σημαίνει δὲ καὶ κατὰ ἀντίφρασιν τὸ κοιμᾶσθαι. γέγονε ουν παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἐξ ου παράγωγον δρήθω, ὁ μέλλων δρήσω, ὁ δεύτερος ἀόριστος εδραθον, καὶ ὁ δεύτερος μέλλων δραθῶ, καὶ τὸ ἀπαρέμφατον δραθεῖν καὶ κατὰ