παρεκτρέχουσαν οἰκτράς μοι τύχας. Ὦ φιλτάτη σύζυγε καὶ φωτὸς πλέον, αὐτογλυκασμὲ τῆς ὅλης μου καρδίας, Ἄννα πνοή μου, τῶν ἐμῶν φῶς ὀμμάτων, λειμὼν χαρίτων καὶ θέας καὶ τοῦ τρόπου, ἔμελλον ἄρτι καὶ σὲ δοῦναι τῷ τάφῳ καὶ μὴ ῥαγῆναι παντελῶς τὴν καρδίαν, ὡς κἀν τάφῳ λάχοιμι τὴν συνοικίαν καὶ μὴ νεκροῦ ζῶ δυστυχέστερον βίον. Ὢ τῆς ταφῆς σου τῆς ἐν ἀκμῇ καὶ δρόσῳ. εἰκοστοτετράριθμος ὁ ζωῆς χρόνος, ὡς πικροποιὸν ἐκθερίζει σε ξίφος ἡλικία ἔαρος ἐν μεσαιτάτῳ, τὴν καλλίμορφον ἀρτιβλάστητον χλόην, σὴν ἐκταμὸν πρώτιστα πεντατεκνίαν. Βαβαί, πόσαις φλέγεις με καμίνοις πόνων, ἰού, πόσαις πλύνεις με ῥείθροις δακρύων ἐν παντὶ καιρῷ, νύκτα καὶ καθ' ἡμέραν· οἷον γὰρ εἰς νοῦν καὶ κατὰ φρένας λάβω τῶν σοὶ προσόντων μυρίων χαρισμάτων, ὡς κέντριον νύττει με πρὸς τὸ δακρύειν. Ἀλλ' ὦ ξένων ἄβυσσε φρικτῶν κριμάτων, ἕνωσον ἡμᾶς, οὓς διεῖλες ἐν βίῳ, εἰς πραέων γῆν, εἰς ἀνώλεθρον βίον. 65 Εὐχὴ διιστᾷ τοὺς βροτοὺς τῶν ἐν βίῳ, εὐχὴ μεθιστᾷ πρὸς θεὸν τοὺς χρωμένους· εὐχὴ πτεροῖ τὸ πνεῦμα πρὸς θεοπτίαν, εὐχὴ σθενοῖ τὸ σῶμα πρὸς χαμευνίαν· εὐχὴ τὸ φῶς δίδωσι τῆς θεωρίας· εὐχὴ λογισμῶν ἐμπαθῶν ὁρμὰς τρέπει· εὐχὴ χορηγεῖ δωρεὰς ἀκηράτους· εὐχὴ διώκει ψυχικὴν ῥαθυμίαν, εὐχὴ διωθεῖ τὴν κακὴν ἀκηδίαν, εὐχῆς ἄγνοιαν ἀνταναιρεῖ θερμότης· εὐχὴ τὸ θεῖον εὐμενὲς καθιστάνει· εὐχὴ σκεδάζει συμφορῶν καταιγίδας· εὐχὴ βραβεύει μυστικὴν δᾳδουχίαν· εὐχὴ δεόντως συμφερόντως ἐξάγει· εὐχὴ τελειοῖ πρακτικὴν εὐκοσμίαν· εὐχὴ μεθέξει τὴν θέωσιν εἰσφέρει· εὐχὴ τὸ κρεῖττον τοῖς ἀύλοις μιγνύει, εὐχὴ τὸ χεῖρον δουλαγωγεῖ σωφρόνως· εὐχὴ λογισμῶν ἁρπαγὴ πρὸς αἰθέρα, εὐχὴ πρὸς ἀλλοίωσιν ἔνθεον φέρει, εὐχὴ φρένας δείκνυσιν οὐρανοδρόμους· εὐχὴ καλῶν πέφυκε πάντων αἰτία. 66 Τοῦ αὐτοῦ πρὸς ἑταῖρόν τινα διὰ τὸ νοσεῖν Αἰαῖ, τὰ πάντα λυγρὰ καὶ κατώδυνα, πλήρη στεναγμῶν καὶ σταλαγμῶν δακρύων. Ἑταῖρε, πῶς φύγοιμι τὴν νόσον λέγε· ὡς νῦν ἐγὼ δέδοικα τὸν ταχὺν μόρον, ὃν τοὺς βροτοὺς χρὴ πανταχοῦ δεδοικέναι, σύνοικον ἐχθρὸν ὄντα, δυσμενῆ φίλον, κακοῦργον ἡδὺν καὶ πραῢν ὁδοστάτην ἄνευ ξιφῶν σφάττοντα τοὺς ὡρισμένους. πλὴν ἀλλ' οὐκ ἔστιν ὅστις εὖ διαδράσει, ἐγγὺς γὰρ ἡμῶν ὁ σφαγεὺς πορεύεται, τείνων τὸ τόξον, ἐκτινάσσων αὐτίκα βέλη τὰ πικρὰ καὶ πεφαρμακευμένα. Ἀλλ' ὦ κακῶν γένεθλον, ὦ σπορεῦ φθόνου καὶ παντὸς ἄλλου δυσχεροῦς πάσης λύμης, ἀπαγχονίζου, δαῖμον, ἔρρε, συνθλίβου, γῆς δῦθι μυχούς, ἀφανίζου, ῥηγνύου, φθείρου χαμαὶ βάραθρον ἔσχατον φθάσας, οἴκει σκοτεινὸν λάχος, ἄθρει σὸν λάχος, φίλει σιγήν, μὴ κάμνε τῶν βροτῶν χάριν, μὴ θλῖβε τοὺς νοσοῦντας οἷς οἶδας τρόποις. παύθητι τῆς σῆς, λυμεών, τεχνουργίας (τὸν σταυρὸν ὅπλον ἀρραγὲς προβάλλομαι) καὶ φεῦγε μακρὰν ἐκ βροτῶν Χριστωνύμων, ὀλέθριον σύγκυρμα δυσμαίας τύχης. 67 Στίχοι τοῦ ὑπερτίμου Ψελλοῦ πρὸς μοναχόν τινα γράψαντα πρὸς αὐτὸν μεθ' ὑπερηφανίας καὶ δοκοῦντα εἶναί τινα τῶν σοφῶν Ἔδει μὲν ἡμᾶς, ἀδελφέ, τὰ ψυχικὰ φροντίζειν ὡς μοναχούς, ὡς ἀσκητάς, ὡς ἔξωθεν θανάτου, καὶ καθ' ἑκάστην ὡς εἰπεῖν ἡμέραν ἐπιμόνως θρηνεῖν καὶ κόπτεσθαι πικρῶς καὶ σφοδρῶς ὀλολύζειν ἐν ὀφθαλμοῖς λαμβάνοντας ὥραν τὴν τελευταίαν, καθ' ἣν ἐντεῦθεν μέλλομεν ἀπαίρειν ἐκ τοῦ βίου καὶ πρὸς κριτὴν ἀδέκαστον πορεύεσθαι δικαίως· καὶ συνεχῶς παρακαλεῖν καὶ συνεχῶς προσπίπτειν καὶ συνεχῶς ἱλάσκεσθαι τὸ