ἐκκλησίας ὁ διωγμός· ἐντεῦθεν πᾶν κατασινόμενον τὸ ὑπήκοον, τοῖς ἐκεῖθεν δόγμασιν καὶ θελήμασιν ὑποκύπτειν ἐκβιαζόμενον· ὧν ἕνεκεν τὸ ἔμψυχον κεχάλκευται ὅπλον, σχήματι μὲν τοῦ σωματοφυλακεῖν ἠθροισμένον, ταῖς ἀληθείαις δὲ τοῦ ἐκπορθεῖν τὴν ἐκκλησίαν Χριστοῦ ἐπινενοημένον. 8 οὐκ ἀπᾷδον δὲ οἶμαι καὶ τοῦτο ἐν τῷ παρόντι φάναι, ὅτι ἔθος τοῖς αἱρετίζουσιν τῶν εὖ κειμένων καὶ ὀρθῶν λόγων κατατολμᾶν καὶ περιέλκειν πρὸς τὸ δοκοῦν καὶ στρεβλοῦν κατὰ τὸ ἴδιον βούλημα, δολοῦσι καὶ παραφθείρουσι τὰ θεοπρεπῶς εἰρημένα παρὰ τοῦ πνεύματος· ὃ δὴ καὶ παρὰ Ἰουδαίων αὐτῶν καὶ Μανιχαίων τῶν θεοστυγῶν ἐπί τε τῇ παλαιᾷ νομοθεσίᾳ καὶ τῇ καινῇ τοῦ εὐαγγελικοῦ κηρύγματος ἱερολογίᾳ ἀνοσίως τετόλμηται. ἀλλ' ὁ τῆς καθ' ἡμᾶς θεοσοφίας ἐρεῖ λόγος ὅτι Κἂν ἄγγελος ὑμῖν οὐρανόθεν εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. τί δεῖ περὶ τῶν ἐκτὸς λέγειν; κἂν ἐπ' ὀνόματι τῶν διδασκάλων τῆς ἐκκλησίας φέρεται λόγος ἐπιγεγραμμένος ἢ χρῆσις ὁποιαοῦν, ἀσύμβατος δέ ἐστιν καὶ ἀσύμφωνος τῇ παραδόσει καὶ διδασκαλίᾳ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, οἷα διεφθαρμένη καὶ παραπεποιημένη, ἄχρηστος καὶ ἀδόκιμος καὶ ἀπόπεμπτος κριθήσεται. καὶ οὐδὲν τοῦτο πρόκριμα τῇ εὐαγεῖ ἡμῶν φέρει ὁμολογίᾳ· θεσμὸς γὰρ ἀπαράβατος καὶ ἀπαρακίνητος τέθειται ὁ κελεύων κρατεῖν τὰς παραδόσεις ἃς παρελάβομεν, ὅσαι τε ἔγγραφοι καὶ ὅσαι ἄγραφοι, αἳ οὐδὲν ἧττον τὴν αὐτὴν ἰσχὺν τοῖς γεγραμμένοις κέκτηνται· ὃν παραβαίνειν, τολμηρὸν καὶ τῆς καθ' ἡμᾶς εὐσεβείας ἀλλότριον· ψυχῆς γὰρ φέρει τὸν βαρύτατον κίνδυνον καὶ βασιλείας οὐρανῶν ὡς πορρωτάτω τίθησιν. ὅσοι τοίνυν τὰ αἰσθητήρια γεγυμνασμένα πρὸς διάκρισιν τοῦ καλοῦ καὶ τοῦ μὴ τοιούτου ἔχουσιν, ὑγιᾶ τε καὶ ἄρτιον τὴν φρένα διασῴζοντες, παγίαν τε καὶ ἡδρασμένην τὴν πίστιν κεκτημένοι, τὸ μὲν οἰκεῖον καὶ ὀρθὸν τῆς εὐσεβείας αἱρείσθωσαν δόγμα, τὸ ἀλλότριον δὲ καὶ διεστραμμένον γενναίως ἀπωθείσθωσαν· καὶ μενέτωσαν ἐν τῇ ὀρθῇ καὶ καλῇ ὁμολογίᾳ, μὴ ἐκκλίνοντες δεξιὰ ἢ ἀριστερά, ἀλλ' ὁδῷ βασιλικῇ πορευόμενοι. οἱ γὰρ ταύτης διαμαρτάνοντες τῆς διδασκαλίας καὶ ἐκ τῶν ἀλλοτρίων παραφωνοῦντες καὶ τῶν ἀσήμων ἀσημότερα παρατρύζοντες, φαῦλοι καὶ ἀνδραποδώδεις τὴν γνώμην τυγχάνουσιν καὶ τὴν διάνοιαν, εὐπαράφοροί τε περὶ τὴν πίστιν ὁρῶνται καὶ ἀνίδρυτοι· τῶν κακῶς αὐτοῖς καὶ νοηθέντων καὶ πραχθέντων λόγον ὑφέξοντες, καὶ παρὰ τῆς θείας δίκης ἀφύκτοις περιπεσοῦνται ἐγκλήμασιν, ἀναπόδραστον τὴν τιμωρίαν ὑποστησόμενοι. ὧν μὴ πειραθῆναι σπουδάσωμεν, ἀλλὰ διὰ βίου καθαροῦ καὶ δογμάτων ὀρθῶν, τῆς φιλανθρωπίας τῆς θείας ἀξιωθήσεσθαι καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς οὕτω καὶ φρονεῖν καὶ πράττειν αἱρουμένοις ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα καὶ τιμὴ καὶ προσκύνησις πρέπει, ἅμα τῷ συνανάρχῳ καὶ ὑπεραγάθῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.