140
τὸ οἰκεῖον ὑποδείκνυσιν ὕψος, δί κας τοὺς τοιούτους εἰσπραττόμενος. "Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. [θʹ.] Καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐ τῶν." Ἀλλ' ὅμως καὶ τοσαύτῃ δεινότητι χρώμενοι, διήμαρτον τοῦ σκοποῦ. Καθάπερ γὰρ τὰ παρὰ τῶν κομιδῆ νέων ἀφιέμενα βέλη βλάβην οὐδεμίαν ἐπι φέρει τοῖς δεχομένοις, οὕτως αἱ τούτων γλῶσσαι, τοὺς μὲν βληθέντας οὐκ ἔβλαψαν· κατὰ δὲ τῶν τινα ξάντων ἡ λώβη κεχώρηκεν. "Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς." Οἱ δὲ θεασάμενοι αὐτοὺς τῶν ἐγχειρημάτων διαμαρτόντας, θορύβου καὶ δέους πλησθήσονται, ἢ ἐπλήσθησαν, καὶ τὴν θείαν ἐθαύ μασαν πρόνοιαν. Τοῦτο γὰρ τὰ μετὰ ταῦτα δηλοῖ. ιʹ. "Καὶ ἐφοβήθη πᾶς ἄνθρωπος, καὶ ἀνήγγει λαν τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὰ ποιήματα αὐτοῦ συν ῆκαν." Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδε μονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν. 80.1345 ιαʹ. "Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν." ∆ιαφερόντως δὲ οἱ τῶν θείων νόμων [παλαιᾶς τε καὶ νέας διαθήκης] ἐπιμελού μενοι, θυμηδίας ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα· βεβαίαν ἐργάσονται. "Καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ." Καὶ τὴν παρὰ ἀν θρώπων δὲ καρπώσονται εὔκλειαν οἱ τὸν λογισμὸν πρὸς Θεὸν διευθύνοντες, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἔξω βαδίζειν οὐκ ἀνεχόμενοι. [Τοῦτο δὲ εὕροι ἄν τις κατωρθωκότας τὸν ∆αβὶδ καὶ τοὺς κατ' αὐτὸν καὶ τοὺς μετ' ἐκείνους· λέγω δὴ τοὺς ἀθλοφόρους μάρτυρας καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας.]
ΕΡΜΗΝ. ΤΟΥ Ξ∆ʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ· ᾠδὴ Ἱερε μίου καὶ Ἰεζεκιὴλ, καὶ τοῦ λαοῦ
τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι." Ἐν ἐνίοις δὲ ἀντι γράφοις πρόσκειται, "Ὠδὴ Ἱερεμίου καὶ Ἰεζεκιὴλ,καὶ τοῦ λαοῦ τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύε σθαι." Ταῦτα οὔτε τὸ Ἑβραϊκὸν ἔχει, οὔτε οἱ ἄλλοι ἑρμηνευταὶ, οὔτε οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλά τις, ὡς ἔοικε, ταύτην προστέ θεικε τὴν ἐπιγραφὴν, οὔτε τῇ τοῦ ψαλμοῦ διανοίᾳ προσεσχηκὼς, οὔτε τὴν ἱστορίαν μεμαθηκώς. Πρῶτον μὲν γὰρ ὁ Ἱερεμίας αἰχμαλωσίας οὐκ ἐκοινώνησεν· ἀλλ' αἵρεσιν λαβὼν διάγειν ὅπου βούλεται, τὴν ἐν τῇ πατρίδι διαγωγὴν εἵλετο. Ὅθεν οὐδαμῶς τοῖς ἐκπορευομένοις εἰς τὴν αἰχμα λωσίαν ἁρμόττει· ἀλλὰ τοῖς ἐν τῇ αἰχμαλωσίᾳ διάγουσι. Πόῤῥω γὰρ ὄντες τῆς πατρίδος, καὶ ὑμνεῖν μὲν τὸν Θεὸν ποθοῦντες, τῷ νόμῳ δὲ τοῦτο ποιεῖν κωλυόμενοι· αὐτῶν γάρ ἐστι φωνὴ, "Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;" ἔλεγον ἐν Βαβυλῶνι τὸν Θεὸν ἱκετεύοντες. βʹ, γʹ. "Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα σὰρξ ἥξει." Καὶ πάντα δὲ τοῦ ψαλμοῦ τὰ ῥητὰ, τοῖς ἐν Βαβυ 80.1348 λῶνι διάγουσι πρόσφορα. Οὗτοι γὰρ τῆς ἐπανόδου γλιχόμενοι, ταύτην τῷ θεῷ τὴν ὑμνῳδίαν προσέφε ρον. Ἀναμέμικται δὲ τῇ περὶ τούτων προῤῥήσει καὶ τῆς τῶν ἐθνῶν σωτηρίας ἡ προφητεία. "Σοὶ πρέ πει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καί σοι ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ." Ἐν ἐκείνῃ, φησὶ, τῇ πόλει προσφέρειν σοι τὸν ὕμνον προσέταξας· ἐκεῖ τοίνυν ἀποδοῦναί σοι τοῦτον ἀντιβολῶ. [Περὶ δὲ ταύτης ὁ μακάριος Παῦλος ἔφη τοῖς ἔθνεσι· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Ταῦτα δὲ εἴρηται τῷ Ἀποστόλῳ περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας.] Εἰσάκουσον προσευχῆς μου." ∆έξαι μου, φησὶ, τὴν δέησιν, καὶ τῶν τῆς αἰχμαλωσίας με δεσμῶν ἐλευθέρωσον. [Τοῦτο μὲν ὁ ἀνδραποδισθεὶς ἐκ τῆς Ἱερουσαλὴμ λαὸς προσευχόμενος βοᾷ· τοῦτο δὲ καὶ ὁ ἐκ τῆς τῶν εἰδώλων ἀποδράσει ἐπειγόμενος αἰχμαλωσίας ἀντι βολεῖ· καὶ σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔφησεν ἐν τῷ εἰπεῖν·] "Πρὸς σὲ πᾶσα σὰρξ ἥξει." Τῆς τῶν ἐθνῶν θεογνωσίας σαφῆ τοῦτο πρόῤῥησιν ἔχει. Νῦν γὰρ, φησὶν, ἡμεῖς ἱκετεύομεν τῆς ἐπαν όδου τυχεῖν, καὶ ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὸν ὕμνον προσενεγκεῖν· μικρὸν δὲ ὕστερον πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, τῆς πολυθέου πλάνης ἀπαλλα γεῖσα, πρὸς σὲ τὸν ἀληθινὸν