140
ἡμιθνεῖς, τοὺς μὴ ἔργῳ ἀλλὰ λόγῳ ἐξάρνους. μηδ' αὐτοὺς ἀποστραφῇς, ἄνθρωπε τοῦ θεοῦ, κλαίοντας καὶ μετανοοῦντας, κἂν ἀναξίους ἑαυτοὺς ἐποίησαν θεοῦ καὶ τῶν θείων· πόσα δακρύσουσι, πόσα κακοπαθήσουσιν ἵνα φθάσωσιν εἰς σωτηρίαν. ὁ θεός σε στερεώσοι, ἀδαμάντινε· αὐτός σε σκεπάσοι καὶ σώσοι εἰς τὴν βασιλείαν αὐτοῦ. εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ. 192 {1Ἄννῃ πατρικίᾳ καὶ μοναζούσῃ}1 Λύπης τὰ γράμματα τῆς ἁγιωσύνης σου καὶ οἱονεὶ ἠκανθωμένα ταῖς κατ' ἐμοῦ τοῦ ταπεινοῦ μέμψεσι. καὶ οὐ θαυμαστόν· φέρει γὰρ πάντως ἡ ὑπόμνησις τοιαῦτα. ἀλλ' ἐὰν κατανυγῇ σου ἡ τιμία ψυχὴ ἀνέχεσθαι τοῦ φήσαντος ἀξιοπιστότερα τραύματα φίλου ἤπερ ἑκούσια φιλήματα ἐχθροῦ, ἐπαινέσειεν μᾶλλον τὸν οὐ μόνον φίλον ἐν Κυρίῳ ἐμέ, ἀλλὰ καὶ ἱκετευτὴν καὶ φειδόμενον αὐτῆς ὡς τῆς ἑαυτοῦ ψυχῆς. οὐ τοίνυν ἀποστραφήσομαι τῆς κατὰ θεὸν ἀγάπης σου οὐδ' ἂν πλείους ἀγανακτήσεις ὑποδέξωμαι· οὐ γὰρ εἰμὶ οὕτως ἀδίδακτος, ὡς ἐν ταῖς εὐεργεσίαις προστίθεσθαι, ἐν δὲ ταῖς ἀποστροφαῖς ἀφίστασθαι (ἀνθρώπινα γὰρ ταῦτα), ἀλλὰ τότε μᾶλλον περισσεύω τὴν διάθεσιν, ὁπόταν ἀποτρόπαιος γίνωμαι. Ἐγὼ δὲ οὐδέ τι φορτικόν, ὡς οἶμαι, ἐφθεγξάμην ἢ μικρὸν ὑπόμνημα, δόξης σου φροντίζων καὶ ἀμεμψίας· οἱ γὰρ εἰς πρόσωπον εὐλογοῦντες οὐκ ἀποδεκτέοι, ὡς κρύβδην τἀναντία λέγοντες. δέχου μοι, κυρία μου, παρακαλῶ σε, εἰ κελεύεις, ποτὲ καὶ τραχύτερον λόγον· ἔνθεν γὰρ γνώσομαι κἀγὼ ὅτι με ἔχεις ἐν μέτρῳ. οὔτε γὰρ υἱὸς πρὸς μητέρα, οὔτε ἀνὴρ πρὸς σύνευνον, οὔτε φίλος πρὸς φίλον ἀεὶ χρηστολόγος, ἀλλ' ἔστιν ὅτε καὶ καθάπτης. Μήπως διὰ τὰς φλόγας τῆς ἐκκλησίας καὶ σύντομον δέξῃ μου τὴν ἐκ τῶν ἐνθένδε ἀποβίωσιν. ἡ χάρις μετὰ σοῦ, ἡ εὐλογία καὶ σωτηρία. 193 {1Σπαθαρέᾳ}1 Ὁ οἶκός σου οἶκος εὐσεβείας, οἶκος φιλοξενίας, οἶκος καταφυγῆς τῶν ὑποχωρούντων τῶν πειρασμῶν· διὰ τοῦτο εὐλογημένη καὶ δεδοξασμένη σὺ ὑπὸ Κυρίου. ἀποστολικῶς σου τὰ κατορθώματα πεφανέρωται, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν, τὴν ὄντως χήραν ὑποτυπῶν καὶ ὑποδεικνύς. τοιαύτην σε ὁ Κύριος κυρίαν ἀνέδειξε, διαβοουμένην ἐν πολλοῖς· ἀλλὰ καὶ ἀναδείξειεν ἔτι, φυλάττων καὶ περιέπων σε εἰς κλέος τῆς χηριακῆς ἐκκλησίας τε καὶ χορείας ἐνταῦθα, ἐν δὲ τῷ μέλλοντι αἰῶνι εἰσαγάγοι σε εἰς νυμφῶνα ἀθανασίας σὺν παρθένοις ἁγίαις. 194 {1Ἀθανασίῳ τέκνῳ}1 Ἡδέως ἐδεξάμην σου καὶ νῦν τὴν ἐπιστολήν, τέκνον μου ἠγαπημένον. ἐπεὶ δὲ καὶ ἀνέγνων, περισσοτέρως ἡδύνθην, εὑρών σε τοιοῦτον ὄντα, οἷον καὶ ἐγνώριζον ἐξ ἀρχῆς, οἰκειότερον δὲ εἰπεῖν, οἷον ἔτεκον ἐν Πνεύματι Ἁγίῳ. καί γε τοῦτο θαυμαστόν, τὸ ἐν ἀπουσίᾳ χρονίᾳ ἀναλλοίωτον τοῦ πόθου εἶναι τὸν στέργοντα τοῦ φιλουμένου καὶ διψαλέως ἔχειν τὸν μαθητὴν τὸ τοῦ διδασκάλου βλέπειν πρόσωπον, οὕτω συνημμένον ὄντα τῷ διδασκάλῳ τὴν στοργὴν φυλάττειν ἄσβεστον· ἀλλὰ τῆς ἀνοθεύτου ὑποταγῆς τὸ αἴτιον καὶ τὸ ἄκοντα καὶ μὴ βουλόμενον διαζευχθῆναί μου τοῦ ἀναξίου δι' οἰκονομίαν κρείττονα, ἣν δέδειχεν ὁ καιρὸς ὅ τε νῦν καὶ ὁ προλαβὼν εὖ γε καὶ πάνυ καλῶς ἔχουσαν. Στέργε οὖν, τέκνον, συγκοπιῶν καὶ συναθλῶν τῷ ἀδελφῷ ἡμῶν καὶ ἀρχιερεῖ (οὐ μικρὸς γάρ σοι ὁ ἔπαινος καὶ ὁ μισθός), οὐ μὴν ἀλλὰ καὶ γύμναζε πρὸς τὴν ἐνισταμένην ὑπὲρ Χριστοῦ ἀγωνίαν· ὁρᾷς γὰρ οἷα τὰ πραττόμενα. μαρτυρίου καιρός, καθὼς ἤκουσταί σοι πρὸς τοῖς προλαβοῦσι καὶ τὰ τῶν ἀδελφῶν σου. μὴ δὴ οὖν, ἀδελφέ μου ἀγαπητὲ καὶ ἐπιπόθητε, ἀμερίμνως ἔχε ὡς πορρωτέρω ὢν τῶν κολαζόντων, ἀλλὰ παρασκευὴν ποιοῦ θείαν, ἑτοίμη ἡ καρδία μου ὁ θεός, ἐπιλέγων, "4πρὸς ὅ τι καὶ καταξιώσειας ἐλθεῖν με"5. μάρτυς Χριστοῦ ὁ ἀδελφὸς Θαδδαῖος, τελειωθεὶς ἐν αἵματι ἀθλητικῷ· ἐπεὶ καὶ εἴ τις ἄλλος ἐκ τοῦ πληρώματος ἡμῶν ἢ καὶ ἔξωθεν ἔτι ἐναθλῶν ἐξορίαις, φυλακαῖς, τυφθείς, οὐ μὴν ὡς Θαδδαῖος ὁ στεφανίτης. καὶ γοῦν δοξάσωμεν τὸν θεὸν οἷον προεπέμψαμεν ἐκ τοῦ χοροῦ ἡμῶν ἐν οὐρανοῖς. στενακτέον ἐπὶ τοῖς