1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

140

ἐντεῦθεν προκολάζων τὸν βασιλέα τῇ τῶν παίδων σφαγῇ· ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τὸ δυστύχημα τὸν ἐπὶ πάντων ἐπεκαλεῖτο θεὸν καὶ πυκνῶς ἐφθέγγετο· "δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου." γίνεται τοίνυν τῶν παίδων ὁ θάνατος τοῦ πατρὸς ἐπιτάφιον προεπιδειξαμένου τὴν ἀρετὴν ἐν τῷ μεγέθει τῆς συμφορᾶς. τῆς γὰρ τιθηνῆς ὑποκλεψάσης ἕν τι τῶν βασιλικῶν μειρακίων καὶ πρὸς σφαγὴν τὸ ἑαυτῆς ἐπιδωσάσης, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν· φασὶ δέ τινες, ὅτι, τούτου σφαγέντος, γάλα σὺν τῷ αἵματι ἔρρευσεν, ὥστε πάντας τοὺς ὁρῶντας θρηνῆσαι δεινῶς. οὕτω μὲν οὖν ὁ βασιλεὺς καὶ νόμων φύσεως ὑψηλότερος γεγονὼς ὑπαλλάττει τὸν βίον. οὐ διέλειπε δὲ τῇ Ῥωμαίων βασιλείᾳ ἐξ ἐκείνου καιροῦ δυστυχήματα ποικίλα τε καὶ ἐξαίσια. ὅ τε γὰρ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὴν εἰρήνην διέλυσεν, καὶ οἱ Ἄβαρεις τὴν Θρᾴκην διώλεσαν, καὶ ἄμφω τὰ στρατεύματα τῶν Ῥωμαίων διεφθάρησαν, ὥστε, ὁπηνίκα Ἡράκλειος ἐβασίλευσε καὶ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιήσατο εἰς τὸ ἀκριβές, ἐκ πάσης τῆς πληθύος τῆς εὑρεθείσης ἐπὶ τῆς τυραννίδος Μαυρικίῳ μετὰ Φωκᾶ οὐχ εὗρε περαιτέρω δύο ἀνδρῶν. οὕτως οἱ τὸν τύραννον προστησάμενοι ἐπὶ αὐτοῦ ἀνηλώθησαν. Κόσμου ἔτη ϛϟεʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟεʹ. Ῥωμαίων. βασιλεὺς Φωκᾶς ἔτη ζʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κδʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, βασιλεύσας Φωκᾶς 291 ὁ τύραννος ἀνεῖλεν, ὡς προλέλεκται, Μαυρίκιον σὺν πέντε παισὶν ἄρρεσιν· καὶ τὰς τούτων κεφαλὰς ἐκέλευσε τεθῆναι ἐν τῷ Κάμπῳ τοῦ τριβουναλίου ἡμέρας ἱκανάς· καὶ ἐξήρχοντο οἱ τῆς πόλεως καὶ ἐθεώρουν αὐτάς, ἕως ἐπώζεσαν. ἀναιρεῖται δὲ καὶ Πέτρος, ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἄλλοι πολλοί. Θεοδόσιον δέ, τὸν υἱὸν αὐτοῦ, λόγος κρατεῖ πεφευγέναι καὶ σεσῶσθαι. ταύτην δὲ τὴν φήμην Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ηὔξησεν ἄλλοτε ἄλλως ψευδόμενος καὶ παρ' ἑαυτῷ τοῦτον ἔχειν λέγων καὶ προνοεῖν δῆθεν, ἵνα τὴν Ῥωμαίων βασιλείαν παραλάβῃ, δολερῶς δὲ τῆς τῶν Ῥωμαίων βασιλείας ἐλπίζων κρατῆσαι, ὡς ἠλέγχθη πολυτρόπως, μάλιστα δὲ ἐκ τοῦ πολέμους αἰφνιδίους κινῆσαι καὶ μεγάλως λυμήνασθαι τὰ Ῥωμαϊκά. τοῦ δὲ Φωκᾶ πρέσβιν πρὸς αὐτὸν ἀποστείλαντος Βίλιον, τοῦτον ἐκράτησε καὶ εἰς φυλακὴν ἀπέθετο, μηκέτι εἰς τὰ Ῥωμαϊκὰ ὑποστρέψαι, γράμμασι δὲ ἀτίμοις τὸν Φωκᾶν ἀντημείβετο. Κωνσταντῖναν δὲ τὴν βασίλισσαν ἅμα ταῖς τρισὶ θυγατράσι ἐν οἰκίᾳ ἰδιωτικῇ, ἐπιλεγομένῃ τῶν Λέοντος, ὁ τύραννος κατέστησεν. Ἐν Ἀλεξανδρείᾳ τῇ πόλει καλλιγράφος τις, ἀνὴρ εὐλαβής, ἐκ παννυχίδος οἴκαδε πορευόμενος μεσούσης νυκτὸς ὁρᾷ τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν καθελκυσθέντας καὶ μεγάλῃ τῇ φωνῇ λέγοντας, ἀναιρεῖσθαι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ, καὶ πάντα τὰ ἐν Βυζαντίῳ πραχθέντα συμπτώματα. πρωΐας δὲ ἀπελθὼν ὁ ἀνὴρ τῷ αὐγουσταλίῳ ταῦτα διηγήσατο· ὁ δὲ παρήγγειλεν αὐτῷ μηδενὶ ταῦτα κατάδηλα ποιῆσαι, ἀπογραψάμενος δὲ τὴν ἡμέραν ἐκαραδόκει τὴν ἔκβασιν. ἐνάτη δὲ ἡμέρα, καὶ ἄγγελος κατέλαβε μηνύων τὴν Μαυρικίου ἀναίρεσιν. τότε ὁ αὐγουστάλιος τὴν τῶν δαιμόνων πρόρρησιν ἐπὶ λαοῦ ἐθριάμβευσεν. Ναρσῆς δέ, ὁ τῶν Ῥωμαίων γενόμενος στρατηγός, κατὰ τοῦ τυράννου ἀντῆρε καὶ τὴν Ἔδεσαν ἐκράτησεν. γράφει τοίνυν Φωκᾶς Γερμανῷ τῷ στρατηγῷ πολιορκῆσαι τὴν Ἔδεσαν. ὁ δὲ Ναρσῆς γράφει πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν, ἀθροῖσαι δυνάμεις καὶ 292 κατὰ Ῥωμαίων συστήσασθαι πόλεμον. ἐποίησε δὲ Φωκᾶς τὸν ἴδιον ἀδελφὸν ∆ομεντζίολον μάγιστρον, καὶ τὸν Πρίσκον κόμητα ἐκσκουβιτόρων. βʹ. ιϛʹ. ιʹ. δʹ. κεʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ ∆εκεμβρίῳ, ἰνδικτιῶνος ζʹ, προῆλθε Φωκᾶς ἐν ταῖς ἑορταῖς ῥίψας ὑπατείαν πολλήν. Χοσρόης δέ, ὁ βασιλεὺς τῶν Περσῶν, συναθροίσας δύναμιν πολλὴν κατὰ Ῥωμαίων ἐξαπέστειλεν. ὁ δὲ Γερμανὸς