141
τοῦ ἐκδικοῦντος. πλὴν φημί σοι ὅτι ἐγὼ τοὺς παρεστῶτας πάντας ἀξίους ἔκρινα γνῶναι τὸν ἐν ἀπορρήτοις πατέρα. διὸ δημοσίᾳ μου αὐτοῖς ἀπο- καλύπτοντος σὺ αὐτοῖς διὰ φθόνον ἐμοὶ τῷ εὐεργετεῖν αὐτοὺς θέλοντι χαλεπαίνεις. καὶ ὁ Πέτρος ἔφη· Ἐπειδὴ ἀρεσκόντως τοῖς παροῦσιν ὄχλοις οὕτως ἔφης, ἐγὼ ἐρῶ οὐκ ἀρεσκόντως, ἀλλὰ ἀληθῶς. λέγε μοι, πῶς ἀξίους ἐπίστασαι τοὺς παρεστῶτας πάντας, ὅπου σοι ἐκφαίνοντι οὐδὲ εἷς συνέθετο; τὸ γὰρ ἐμοὶ ποιήσασθαι κατὰ σοῦ τὸν ἔπαινον οὐκ ἔστιν συνκαταθεμένων σοί, ἀλλὰ ἐμοί, ᾧ καὶ τὸν ἔπαινον ὡς ὀρθῶς εἰρηκότι ἀπένειμαν. ἀλλ' ἐπειδὴ ὁ θεὸς δίκαιος ὢν βραβεύει τὸν ἑκάστου νοῦν, ὃ φὴς ἀληθὲς εἶναι, οὐκ ἂν ἐβουλήθη διὰ τῆς ἀριστερᾶς τοῖς δεξιοῖς τοῦτο δο- θῆναι, ᾧ λόγῳ ὁ παρὰ κλέπτου τι λαβὼν καὶ αὐτὸς ὑπεύθυνός ἐστιν. ὥστε τούτου ἕνεκεν τὸ ὑπὸ σοῦ φερόμενον οὐκ ἠθέλησεν αὐτοὺς λαβεῖν, ἀλλὰ διὰ τοῦ εἰς τὸ ἀποκαλύπτειν ὡρισμένου υἱοῦ. τίνι γὰρ εὔλογόν ἐστιν ἀποκαλύπτειν τὸν πατέρα ἢ υἱῷ μόνῳ διὰ τὸ εἰδέναι τῆς τοιαύτης ἀπο- καλύψεως τὸν ἄξιον; οὕτως οὐκ ἔστιν τοῦτο διδάξαι ἢ διδαχθῆναι, ἀλλ' ἀφράστῳ χειρὶ ἀποκαλυφθῆναι τῷ τοῦτο εἰδέναι ἀξίῳ. Καὶ ὁ Σίμων ἔφη· Πολὺ συμβάλλεται πρὸς νίκην τῷ πολεμοῦντι τὸ ἰδίοις χρήσασθαι ὅπλοις. ὃ γὰρ φιλεῖ τις καὶ γνησίως ἐκδικεῖν δύναται, γνησίως δὲ ἐκδικούμενον οὐ τὴν τυχοῦσαν ἰσχὺν ἔχει. διὸ τοῦ λοιποῦ ὅπερ ὄντως φρονῶ ἐκθήσομαι. φημί τινα δύναμιν ἐν ἀπορρήτοις εἶναι ἄγνωστον πᾶσι, καὶ αὐτῷ τῷ δημιουργῷ (ὡς καὶ αὐτὸς ὁ Ἰησοῦς εἴρηκεν, οὐκ ἐπιστάμενος ὃ ἐφθέγξατο· ἐκ πολυλαλίας γὰρ ἐνίοτε εὐστοχεῖ τις πρὸς τὸ ἀληθές, οὐκ εἰδὼς ὃ λέγει). λέγω δὲ καὶ περὶ τούτου οὗ εἴρηκεν· «Oὐδεὶς ἔγνω τὸν πατέραή. καὶ ὁ Πέτρος· Σὺ τὰ ἐκείνου εἰδέναι μηκέτι ἐπαγγέλ- λου. καὶ ὁ Σίμων· Τὰ ἐκείνου οὐκ ἐπαγγέλλομαι πιστεύειν, εἰς δὲ τὰ ἐπι- τευχθέντα αὐτῷ διαλέγομαί σοι. καὶ ὁ Πέτρος· Ἵνα μή σοι δῶ πρόφασιν εἰς φυγήν, ζητήσω σοι ὡς θέλεις· πλὴν μαρτύρομαι πάντας ὅτι οὐδὲ ὃν νῦν ἔφης λόγον, οὐ πιστεύεις. οἶδα γὰρ ἃ φρονεῖς. καὶ ἵνα μή με δόξῃς ψεύδεσθαι, αἰνίξομαί σοι τὰ σά, ἵνα εἰδῇς ὅτι πρὸς εἰδότα διαλέγῃ. ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγο- μένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσ- μον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον-οὐδὲ ὅτι ἑαυτὸν ἕκαστος, ἐλθὼν ἐφ' οἷς ἐποίησεν ὡς αὐτὸς ὢν αὐθέντης, αὐτὸς ἤγγειλεν-οὐδὲ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε πῶς ἀπιστεῖς καὶ τὴν ὑπό- θεσιν ταύτην. ἣν φὴς δύναμιν ἐν ἀπορρήτοις εἶναι, ἀγνοίας γέμει· τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ' αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προ- εγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα εἰπών· Τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ' ὄχλων ἀμαθῶν ἐκφαίνων ἀτέχνως τὰ ἀπόρρητα; καὶ ὁ Πέτρος· Τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· Oὐκοῦν ὁμο- λογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος· Ὁμολογῶ· τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων· Φαίνῃ μοι μὴ δυνάμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὲ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀπορρήτοις τινὰ λέγει εἶναι πατέρα.