141
ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τότε ἀπε λεύσονται οἱ μὲν πονηροὶ εἰς αἰώνιον κόλασιν, οἱ δὲ δίκαιοι πορεύσονται εἰς ζωὴν αἰώνιον, κληρονομοῦντες ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, καὶ χαρήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ τῇ ἐν Χριστῷ Ἰησοῦ. Τοσούτων δὲ ἠξιωμένοι τῶν παρ' αὐτοῦ ἀγαθῶν, γενώμεθα αὐτοῦ ἱκέται, ἐπικαλούμενοι αὐτὸν διὰ συνεχοῦς δεήσεως καὶ λέγοντες· Aἰώνιε Σῶτερ ἡμῶν, ὁ βασιλεὺς τῶν θεῶν, ὁ ὢν μόνος παντοκράτωρ καὶ Κύριος, ὁ Θεὸς πάντων τῶν ὄντων καὶ Θεὸς τῶν ἁγίων καὶ ἀμέμπτων πατέρων ἡμῶν τῶν πρὸ ἡμῶν, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ ἐλεήμων καὶ οἰκτίρμων, ὁ μακρόθυμος καὶ πολυέλεος, ᾧ πᾶσα γυμνοφανὴς βλέπεται καρδία καὶ πᾶν κρύφιον ἐνθύμημα ἀποκαλύπτεται, πρὸς σὲ βοῶσιν ψυχαὶ δικαίων, ἐπὶ σοὶ πεποίθασιν ἐλπίδες ὁσίων, ὁ τῶν ἀμέμπτων Πατήρ, ὁ τῶν μετ' εὐθύτητος ἐπικαλουμένων σε ἐπήκοος, ὁ καὶ σιωπωμένας ἐπιστάμενος ἐντεύξεις (χωρεῖ γὰρ μέχρι σπλάγ χνων ἀνθρωπίνων ἡ σὴ πρόνοια, καὶ διὰ συνειδήσεως ἑκάστου ἐρευνᾷς τὴν γνώμην), καὶ κατὰ πᾶν κλίμα τῆς οἰκουμένης τὸ διὰ προσευχῆς καὶ λόγων ἀναπέμπεταί σοι θυμίαμα. Ὁ τὸν παρόντα αἰῶνα στάδιον δικαιοσύνης ἐνστη σάμενος, πᾶσι δὲ ἀνοίξας πύλην ἐλεημοσύνης, ὑποδείξας δὲ ἑκάστῳ τῶν ἀνθρώπων διὰ τῆς ἐμφύτου γνώσεως καὶ φυσικῆς κρίσεως καὶ ἐκ τῆς τοῦ νόμου ὑποφωνήσεως, ὡς πλούτου μὲν οὐκ ἀΐδιον τὸ κτῆμα, εὐπρεπείας οὐκ ἀένναον τὸ κάλλος, δυνάμεως εὐδιάλυτος ἡ ἰσχὺς καὶ ἀτμὸς μὲν καὶ ματαιότης τὰ σύνολα, μόνη δὲ συνείδησις πίστεως ἀνύπου λος διαμένει διὰ μέσων οὐρανῶν μετὰ ἀληθείας ἀνερχομένη, τῆς μελλούσης τρυφῆς δεξιὰν ἀπολαμβάνει, ἅμα καὶ πρὸ τοῦ παραστῆναι τὴν ὑπόσχεσιν τῆς παλιγγενεσίας αὐτὴ ἡ ψυχὴ τῇ ἐλπίδι γαυρουμένη εὐφραίνεται· ἐξ ὑπαρχῆς γὰρ τοῦ προπάτορος ἡμῶν Ἀβραὰμ μεταποιουμένου τὴν ὁδὸν τῆς ἀληθείας, ὁραματισμῷ ὡδήγησας, διδάξας ὅ τι ποτέ ἐστιν ὁ αἰὼν οὗτος· καὶ τῆς μὲν γνώσεως αὐτοῦ προώδευσεν ἡ πίστις, τῆς δὲ πίστεως ἀκόλουθος ἦν ἡ συν θήκη· εἶπας γάρ· «Ποιήσω τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσηςή· ἀλλὰ μὴν καὶ τὸν Ἰσαὰκ αὐτῷ δωρησά μενος καὶ ὅμοιον αὐτὸν εἰδὼς ἐκείνου τῷ τρόπῳ, καὶ αὐτοῦ ἐπεκλήθης Θεὸς εἰπών· «Ἔσομαί σου Θεὸς καὶ τοῦ σπέρ