141
νεωτερισθῇ τι περὶ αὐτὸν καὶ ὑπό τινων ἀποστερηθῇ τὸ ζῆν οἰησομένων ἐπιθήσεσθαι πάλιν τῇ ἀρχῇ Ῥωμαίων, ᾐτήσατο γενέσθαι μοναχὸς, οἰόμενος οὕτως ἂν διαφυγεῖν τὸ ἀποθανεῖν, ἂν ὁ ἔγγονος τελευτήσῃ· ἐνδόντος δὲ καὶ πρωτοστράτορος, ῥάκη τε ἐνέδυ καὶ Ἀντώνιος ἐξ Ἀνδρονίκου μετωνομάσθη. Ἀνδρόνικος δὲ ὁ βασιλεὺς τῇ νόσῳ συνεχόμενος δεινῶς καὶ ὅσον οὔπω νομίζων αὐτὸν ἀπολείψειν καὶ τὸ ζῆν, τοὺς ἰατροὺς προσκαλεσάμενος «ὑμεῖς» εἶπεν «ἴστε σαφῶς ὅσα τε διειλέχθην πρὸς ὑμᾶς αὐτὸς τοῦ τῶν μοναχῶν ἐφιέμενος σχήματος ἐπιτυχεῖν, οὐχ ὡς ἤδη 1.400 παντάπασιν ἀπηγορευκὼς τὸ ζῆν, ἀλλ' εἰ καὶ βεβαίας ἔχοιμι τοῦ περιέσεσθαι τὰς ἐλπίδας, οἰόμενος ἔχειν ἀμφοτέρωθεν καλῶς. ἄν τε γὰρ ἀπέλθω πρὸς τοὺς πλείους, ἐν καλῷ μοι κείσεται τῷ ἀδεκάστῳ κριτῇ τὸ τῆς μετανοίας ἔχοντα σχῆμα ὀφθῆναι ἐπὶ τῆς δίκης ἐκείνης τῆς φοβερᾶς· ἄν τε περιγένωμαι τῆς νόσου, μᾶλλον βέλτιον, ὅσῳ καὶ καιρὸν εὑρήσω μετανοίας ἀπολύσασθαι τὰ πεπλημμελημένα. ὅσα τε ἐπηγγείλασθε αὐτοὶ, καὶ ὅρκοις ἐπιβεβαιώσαντες τοὺς λόγους μὴ τοῦ τοιούτου καλοῦ ἀποστερήσειν, νυνὶ δὲ τοὐναντίον ἅπαν ὁρῶ γινόμενον. αὐτός τε γὰρ ἤδη ὀλίγον ἀποδέω τοῦ ἀψύχοις ἐοικέναι, καὶ ὑμᾶς πάντα μᾶλλον ἢ τὸ τὰ συμφέροντα καὶ φίλα ἐμοὶ διανοουμένους πράττειν ὁρῶ. διὸ δὴ καὶ δέομαι ὑμῶν, μὴ ἐπὶ πλεῖον καταχρήσασθαι τῇ ἀμελείᾳ, οὐ μέτριά τινα, ἀλλ' εἰς αὐτὰ τὰ καιριώτατα βλαπτούσῃ· ἀλλ' ὃ μὴ πρότερον, νυνὶ σπουδάσαι καταπράξασθαι πρινὴ τὸ τέλος ἐπιστῇ.» Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δὲ ἰατροὶ μέγα ἀνοιμώξαντες καὶ πολλὰ πολλάκις ἐπευξάμενοι, εἰ μηδὲ τὴν ἀρχὴν ἐν ἐπιστήμῃ τῆς θεραπευτικῆς ἐγένοντο, ὥστε τοιαῦτα ἐπιδεῖν, ἐπέτρεπον ὅ, τι ἂν βούλοιτο βασιλέα πράττειν περὶ ἑαυτοῦ. ὁ δὲ ἀκούσας, ἔνθους τε ἐγένετο ὑφ' ἡδονῆς, καὶ ὡς ἤδη λαμπρά τινα εὐτυχηκὼς, τὸν μέγαν δομέστικον μετεκαλεῖτο καὶ μετὰ σπουδῆς ἐκέλευε πατέρα τὸν πνευματικὸν καλεῖν τὸν ἑαυτοῦ· ὁ δὲ τῶν γεγενημένων εἰδὼς μηδὲν, ἐπυνθάνετο τὴν αἰτίαν τῆς κλήσεως ἥτις 1.401 εἴη. ἐπεὶ δὲ μάθοι, βασιλεῖ μὲν ὑπισχνεῖτο τὰ κελευόμενα ποιεῖν, τοῖς ἰατροῖς δὲ ἐπετίμα τε οὐ μετρίως καὶ αὐτὸς ἤνεγκεν οὐκ ἀνεκτῶς. τριβομένης δὲ ἐπιπολὺ τῆς ὥρας καὶ τοῦ πνευματικοῦ πατρὸς οὐ παραγινομένου, αὐτός τε ἐπέσπευδε τὴν ἄφιξιν καὶ τοὺς ἰατροὺς τὴν αἰτίαν τῆς μελλήσεως ἠρώτα· συνεὶς δὲ ἀπὸ τῶν λεγομένων ὑγιὲς μηδὲν αὐτοὺς λέγειν, ἐστοχάζετο παρὰ τοῦ μεγάλου δομεστίκου κωλύεσθαι τὴν πρᾶξιν, καὶ μετακαλεσάμενος αὐτὸν, τῆς τε ἐκ πρώτης ἡλικίας πρὸς ἀλλήλους αὐτὸν ἀνεμίμνησκε φιλίας καὶ τοῦ μηδέπω μηδαμῶς παρὰ πάντα τὸν βίον οὐδέτερον ἑτέρῳ ταραχῆς καὶ σκανδάλου ἀφορμὴν παρεσχηκέναι. νυνὶ δὲ ἀπορεῖν ὅθεν ὁρμώμενος οὕτως ἐξεπίτηδες ἐβουλήθη ἀχθόμενον αὐτῷ εἰς ᾅδην παραπέμψαι. «μὴ δὴ τοιαῦτά με ἐργάσῃ κακὰ, ὦ φίλων» ἔλεγεν «ἄριστε, μηδὲ καταπρόῃ μοι τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλ' ὥσπερ πολλάκις ὑπὲρ τοῦ δυστήνου σώματος τουτουῒ πάσῃ σπουδῇ καὶ προθυμίᾳ σεαυτὸν ἐνέβαλες εἰς τοὺς κινδύνους, οὕτω νῦν πολλῷ πλέον κινδυνεύοντος κατὰ ψυχὴν, πρόστηθι πάσῃ προθυμίᾳ, οὐ μόνον διὰ τὴν φιλίαν, ἀλλ' ἵνα μὴ καὶ δίκας ὑπόσχῃς τῷ πάντων κριτῇ, τό γε εἰς σὲ ἧκον ἀποστερήσας αὐτὸν ψυχῆς, ὑπὲρ ἧς αὐτὸς θάνατον εἵλετο καὶ σταυρόν. μηδὲ κατάτριβε τὸν καιρὸν, οὕτως ἀναγκαῖον ὄντα, ὃν αὖθις εὑρεῖν οὐκ ἐξέσται διαφυγόντα νῦν, ἀλλ' εὐχῶν τε πολλῶν δεόμενον καὶ σπουδῆς οὐ τῆς τυχούσης. ἐγὼ γὰρ καὶ ὃν ἀναλίσκω σοὶ διαλεγόμενος χρόνον, ζημίαν 1.402 ἥγημαι τὴν ἐσχάτην.» Ὁ μέγας δὲ δομέστικος ἀποκρίνασθαι μὲν ἴσχυσεν οὐδὲν, τῆς ψυχῆς ἤδη τῇ λύπῃ καταβεβαπτισμένης· ἔξω δὲ ἐλθὼν ἀνῴμωξέ τε πικρῶς καὶ τὸν φίλον ἀνεκαλεῖτο, καὶ μικροῦ μὲν ἐδέησεν ἀφεῖναι καὶ τὴν ψυχὴν ἐπὶ τοῖς θρήνοις· ὅμως δ' ἀνελάμβανέ τε πάλιν ἑαυτὸν καὶ τὰς ὄψεις ὕδατι τῶν δακρύων ἀποκαθαίρων, ὥσπερ ἄλλου πάσχοντος ἀδάκρυτος ὡρᾶτο βασιλεῖ. ὡς δὲ ὁ βασιλεὺς συχνοὺς ἀγγέλους ἐπιπέμπων, τὴν τοῦ πνευματικοῦ πατρὸς ἄφιξιν ἐπέσπευδεν, ὁ μέγας δομέστικος πέμψας τὸν μὲν πνευματικὸν