141
φόβου αφωνος ην. ἀνενεγκὼν δὲ ἠρώτα οπως ἀνῄρηται Μάλιχος· καὶ ἀκούσας οτι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν ειναι καὶ τῆς πατρίδος ἐπίβουλον. Κασσίου δὲ ἐκ Συρίας ἀπάραντος πρὸς ̓Αντώνιον, ὁ ̔Ηρώδης ἐν διαφόροις ἠρίστευσε, καὶ τῷ ̓Αριστοβούλου δὲ υἱῷ ̓Αντιγόνῳ αρτι τῶν ακρων ἐπιβάντι τῆς ̓Ιουδαίων γῆς ὑπαντήσας μάχῃ ἐνίκησε καὶ τῶν ὁρίων ταύτης ἐξέωσεν. οθεν ἀφικόμενον εἰς ̔Ιεροσόλυμα ἐστεφάνου ο τε δῆμος καὶ ̔Υρκανός. μνηστεύεται δὲ καὶ τὴν ̔Υρκανοῦ θυγατριδῆν, ̓Αλεξάνδρου δὲ θυγατέρα τοῦ ̓Αριστοβούλου παιδός. ειχε δὲ πρότερον ἑτέραν γυναῖκα δημότιν, ∆ωρίδα καλουμένην, ἐξ ης αὐτῷ παῖς ̓Αντίπατρος γίνεται τῶν αλλων πρεσβύτερος. ̓Αντωνίου δὲ καὶ Καίσαρος Κάσσιον καὶ Βροῦτον περὶ Φιλίππους νενικηκότων, ὁ μὲν ἐπὶ Γαλλίας ἐχώρει, πρὸς δὲ τὴν ̓Ασίαν ̓Αντώνιος. γενομένῳ δ' ἐν Βιθυνίᾳ πανταχόθεν ἀπήντων πρεσβεῖαι. παρῆσαν δὲ καὶ ̓Ιουδαῖοι κατηγοροῦντες Φασαήλου τε καὶ ̔Ηρώδου. ἐλθόντα δὲ τὸν ̔Ηρώδην ἐπὶ ἀπολογίᾳ διὰ τιμῆς ηγεν ̓Αντώνιος, καὶ οὐδὲ λόγου ἠξίωντο οἱ κατήγοροι, χρήμασι ταῦτα τοῦ ̔Ηρώδου πριαμένου παρ' ̓Αντωνίου. ἐλθόντι δ' εἰς Εφεσον ̓Αντωνίῳ επεμψεν ̔Υρκανὸς στέφανον χρυσοῦν, καὶ ἠξίου τοὺς ̓Ιου1.355 δαίους, ους ᾐχμαλώτισε Κάσσιος οὐ νόμῳ πολέμου, ἐλευθέρους ἀπολυθῆναι καὶ τὴν χώραν ἀποδοθῆναι, ην αὐτοὺς ἀφείλετο Κάσσιος. δικαίαν ουν ειναι κεκρικὼς τὴν ἀξίωσιν εἰς εργον ἐκβῆναι προσέταξε. μετὰ ταῦτα εἰς Συρίαν παραγενομένῳ τῷ ̓Αντωνίῳ καὶ ὑπὸ τῶν τῆς Κλεοπάτρας ἐρώτων κεκρατημένῳ προσίασιν ανδρες ἑκατὸν ̓Ιουδαίων οἱ δυνατώτατοι, καὶ κατηγόρουν ̔Ηρώδου καὶ τῶν περὶ αὐτόν, παρόντος καὶ ̔Υρκανοῦ. ̓Αντώνιος δὲ πυνθάνεται ̔Υρκανοῦ πότεροι τοῦ εθνους προΐστανται αμεινον· καὶ ος τοὺς περὶ ̔Ηρώδην ειπεν, ων αὐτοῦ κηδεστής. ὁ γοῦν ̓Αντώνιος οἰκείως πρὸς αὐτοὺς εχων διὰ τὴν τοῦ πατρὸς αὐτῶν ξενίαν καὶ αμφω τετράρχας ὠνόμασε καὶ τὰ ̓Ιουδαίων αὐτοῖς ἐπέτρεψε πράγματα· καὶ δέκα δήσας τῶν κατηγόρων εκτεινεν αν αὐτούς, εἰ μὴ οἱ ἀδελφοὶ παρῃτήσαντο. αυθις δὲ χίλιοι τῷ ̓Αντωνίῳ περὶ Τύρον ὑπήντησαν. ὁ δὲ δώροις προκατειλημμένος τῷ κατὰ τόπον αρχοντι κολάσαι τοὺς ̓Ιουδαίους ἐκέλευσεν, ὡς νεωτερίζοντας. ὁ δὲ ̔Ηρώδης ἀπιέναι ταχὺ αὐτοῖς συνεβούλευεν, ινα μὴ μεγάλου πειραθῶσι κακοῦ. ὡς δ' οὐχ ὑπήκουον, ἐκδραμόντες οἱ ̔Ρωμαῖοι τινὰς μὲν ἀπέκτειναν, πολλοὺς δ' ἐτραυμάτισαν· καὶ οἱ λοιποὶ διαφυγόντες ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος ̔Ηρώδου, παροξυνθεὶς ὁ ̓Αντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. ̓Αντίγονος δὲ Πακόρῳ τῷ Πάρθων βασιλεῖ ὑπισχνεῖται χίλια δώσειν τάλαντα καὶ γυναῖκας πεντακοσίας, ην τὴν ἀρχὴν ̔Υρκανὸν ἀφέλωνται καὶ παραδῶσιν αὐτῷ καὶ τοὺς περὶ ̔Ηρώδην ἀνέλοιεν. διὰ ταῦτα ἐπὶ τὴν ̓Ιουδαίαν κατάγοντες ̓Αντίγονον οἱ Πάρθοι ἐστράτευσαν· οις πολλάκις οἱ περὶ ̔Ηρώδην συμμίξαντες ἐκράτουν. ὁ δὲ τῶν Πάρθων στρατηγὸς 1.356 σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν πόλιν ηκεν, ὡς τάχα κατευνάσων τὴν στάσιν, τὸ δ' ἀληθὲς ὡς ̓Αντιγόνῳ συμπράξων. Φασαήλου δὲ ξενίσαντος αὐτόν, πείθει τὸν Φασάηλον παρὰ Βαρζαφαρμάνην ἐλθεῖν πρεσβεύοντα. καὶ ῳχοντο ̔Υρκανὸς καὶ Φασάηλος πρεσβεύοντες, ̔Ηρώδου μὴ συναινοῦντος· ὁ δὲ στρατηγὸς προύπεμπε σφᾶς. καὶ ὁ Βαρζαφαρμάνης τὸ μὲν πρῶτον γνησίως αὐτοὺς ὑπεδέξατο, επειτα ἐπεβούλευε. καὶ οἱ περὶ Φασάηλον ἐν ὑποψίαις ησαν κατὰ τῶν βαρβάρων, εγνων δὲ καὶ νύκτωρ λάθρᾳ παρ' αὐτῶν φυλασσόμενοι. μεμήνυτο δ' αὐτοῖς οτι καὶ συνελήφθησαν αν, εἰ μὴ ὑπερετίθεντο οἱ βάρβαροι μέχρις αν ̔Ηρώδης τοῖς ἐκεῖ Πάρθοις ληφθείη, μὴ τὰ περὶ αὐτῶν μαθὼν διαφύγοι. Φασαήλῳ μὲν ουν τινες συνεβούλευον εὐθὺς παριππάσασθαι, ̓Οφέλλιος δὲ καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἡ θάλασσα ην. ὁ δὲ ̔Υρκανὸν ἀπολιπεῖν οὐκ ἐβούλετο. συλλαμβάνονται ουν καὶ δεσμοῦνται. ̔Ηρώδης δὲ ταῦτα μαθών, ους ειχεν ὁπλίτας λαβὼν νυκτὸς καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν ἐγγεγυημένην αὐτῷ παῖδα τῆς ̔Υρκανοῦ θυγατρὸς καὶ τὴν τῆς μνηστῆς ταύτης μητέρα τήν τε θεραπείαν πᾶσαν τὴν ἐπὶ ̓Ιδουμαίαν