141
διάλυσιν τῆς ˉεˉι διφθόγγου δραθέειν. οἱ γὰρ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι. ∆ραματουργήσασ. ἀντὶ τοῦ συνείς. ∆ρᾶναι. οιμαι ἀπὸ τοῦ δρῆμι, εδρην, τὸ ἀπαρέμφατον δρᾶναι. κάλλιον ουν ἀπὸ τοῦ δραίνω, δρανῶ, εδρανα, δρᾶναι. ∆ρυπόμενοι. τρυγῶντες. ∆ρεφθῆναι. τρυγηθῆναι, ἀποδρεπανισθῆναι. ∆ρέπεται. θερίζεται, τρυγᾶται, ἀπανθίζεται. delta.574 ∆ρυπολεῖν. τὸ ξύλοις πολιορκεῖν. οἱ γὰρ ἀρχαῖοι πᾶν ξύλον δρῦν ελεγον. ∆ρύψαι. ἀποξέσαι. ∆ρύπτεται. ἐὰν τὶς ἑαυτὸν κατατίλλῃ ἐπὶ θρήνοις. καὶ δρύπτω τὸ σπαράττω. δρυψάμενοι δ' ὀνύχεσι παρειάς. παρὰ τὰς δρῦς. τὸ γὰρ παλαιὸν ἁρπάζοντες τὰς βαλάνους καὶ περιπαίοντες ἀλλήλους ἐσπάραττον. ἀπὸ δὲ τοῦ δρυμάσσω ῥήματος, οπερ καὶ αὐτὸ σημαίνει τὸ σπαράττω, η ἀπὸ τῶν λεπιζομένων δρυῶν. ∆ρῶσιν. ἐνεργοῦσι, πράττουσι. ∆ρώντων. ἀντὶ τοῦ δράτωσαν. ̓Αττικὴ δὲ ἡ σύνταξις. ∆ρωπακίζω. συνάγω, τρυγῶ. καὶ δρωπακίζειν παρ' ἡμῖν τὸ μετ' ἀλοιφῆς τινὸς χρίεσθαι τὸ σῶμα πρὸς ψίλωσιν τῶν τῆς σαρκὸς τριχῶν. Τὸ ∆ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) ∆υσβηρήσ. ὁ δύσβατος τόπος. παρὰ τὸ δύσβατος, δυσβατὴρ, καὶ ἐν συγκοπῇ δυσβηρής. ∆υσβράκανοσ. ὁ δύσληπτος. ὁ δυσκατανόητος. βράκανα γὰρ αγρια λάχανα δύσπλυτα. delta.575 ∆ύσερισ. φιλόνεικος. παρὰ τὸ ˉδˉυς, ο σημαίνει τὸ κακὸν, καὶ τὴν εριν. ∆υσέντευκτοσ. ὁ δυσομίλητος. ∆υσέξιστοσ. τόπος ἀδιόδευτος. ∆υσεκλογίστων. δυσαρέστων. δυσδιαγνώστων. ∆υσέμβολοσ. ὁ δυσεπιχείρητος. ∆υσέκτων. ὁ δυσγνώμων. ∆ύσερμοσ. ὁ δύσελπις. ∆ύσερωσ. ὁ σφόδρα κακῶς ἐρῶν, η ὁ ἐπὶ κακῷ ἐρῶν. ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος. ∆υσγαργαλίσ. δυσυπότακτος. γαργαλίζειν γὰρ τὸ εἰς γέλωτα αγειν καὶ πείθειν. ∆υσάρεστοσ. ὁ μὴ ἀρεσκόμενος. ∆υσάλωτοσ. ὁ δυσκράτητος. ∆υσανάφοροι. βαρεῖς, δυσκόλως ἀναφερόμενοι. ∆υσάλγητοσ. ὁ δυσανάλγητος, ὁ ἀσυμπαθής. ∆υσάμοροσ. παρὰ τὸ μόρος δύσμορος. καὶ πάλιν μόρος, αμορος καὶ κατὰ ἀλλεπάλληλον σύνθεσιν δυσάμορος. ὡς ηλικες, ὁμήλικες καὶ συνομήλικες. delta.576 ∆υσανάγωγοσ. ἀπειθὴς, δυσχερής. ∆υσάνισοσ. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κᾳν μικρὸν καὶ εὐκαταφρόνητον ῃ. ουτως ̓Αντιφῶν. ∆υσαῶν ἀνέμων. τῶν σφοδρῶς πνεόντων. ∆υσειδήσ. ὁ δύσμορφος. ∆υσήνιοσ. ὁ ἀπειθὴς, ἐκ μεταφορᾶς τῶν ιππων τῶν τὰς ἡνίας καὶ τοὺς χαλινοὺς ἀποπτυόντων. ∆υηπαθήσ. καρτερικὸς, κακοπαθῶν. δύη γὰρ ἡ κακοπάθεια. ∆υσηλεγήσ. σκληρός. η δυσηλεγὴς καὶ τανυλεγὴς ἐπὶ θανάτου λέγεται. καὶ τανυλεγὴς μὲν ὁ μακροκοίμητος λέγεται, ἀπὸ λέγω τὸ κοιμῶμαι. οιον· λέξον νῦν με τάχιστα, διοτρεφὲς- η παρὰ τὸν ελεγον, τὸν θρῆνον, ιν' ῃ ὁ χαλεποὺς θρήνους ποιῶν. ∆υσηχήσ. κακόηχος. ῥυσαμένη Πύθωνα δυσηχέος ἐκ πολέμοιο ἀσπὶς ̓Αθηναίους- delta.577 ∆ύσθυμοσ. κακόβουλος. ∆υσθήρατοσ. ὁ δυσεύρετος. ∆υσάγωγοι. δυσμεταχείριστοι. ∆υϊκὸς ἀριθμόσ. οὐ μόνον ἐπὶ δύο ἰεῖν λέξεων, ἀλλὰ καὶ τὸ δι' ἑκάστην πτῶσιν, δύο πτώσεις εχειν. ∆υσκάθεκτοσ. ὁ δυσκράτητος. ∆ύσκωφοσ. ἐκ μέρους ἀκούων. ∆ύσκολοσ. ὁ δυσάρεστος. παρὰ τὸ κολλῶ δύσκολος, ὁ δυσχερῶς τινὶ ἑνούμενος. ἀπὸ τῆς συνδεούσης καὶ ἑνούσης κόλλης. ∆ύσμοροσ. ὁ δυστυχὴς, ὁ κακοθάνατος. ∆υσμενήσ. ἐχθρός. ∆ύσμηνισ. ὀργίλος· βαρύθυμος. ∆ύσνουσ. ἐχθρός. ὁ δὲ ην δύσνους βασιλεῖ καὶ ̔Ρωμαίοις. ∆ύσοργοσ. Σοφοκλῆς· τοιαῦτ' ἀνὴρ δύσοργος ἐν γήρᾳ βαρὺς ἐρεῖ. *γράφεται καὶ δυσεργός.* ὀξύχολος. ∆υσοίκτου. δυσθρηνήτου. ∆ύστηνοσ. αθλιος, *φρικωδέστατος·* ταλαίπωρος. παρὰ τὸ στῆναι· οἱονεὶ ὁ μὴ δυνάμενος delta.578 στῆναι. η ἀπὸ τοῦ στένω, οἱονεὶ ὁ πάνυ στένων. ∆ύσριγος, δυσριγότερος, δυσριγότατοσ. †φρικωδέστατος.† διὰ τοῦ ς γράφεται· ειπομεν γὰρ, ὡς τό· δυς· πρός· εἰς· ἐξ· ἀεὶ φυλάσσει τὰ ἑαυτῶν σύμφωνα. ∆υστόπαστοσ. κακοϋπονόητος. παρὰ τὸ τοπάζω τὸ ὑπονοῶ. ∆ύστροποσ. δυσκάθικτος, σκολιός. δυσάρεστος. οἰκέτην δύστροπον περιβαλὼν, αγριος ων καὶ ἀπαραίτητος τὴν ὀργήν. καὶ δυστροπία ἡ κακότροπος γνώμη. ∆υστράπελοσ. δυσκίνητος, ἀμετάτρεπτος, δυσμετάθετος· η ὁ ἀμετακίνητος ὀργῇ, η διαθέσει, η φιλαργυρίᾳ. η ὁ δύσκολος. Σοφοκλῆς· κεῖται ὁ