15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ἃ δὴ πολλά εἰσιν, ἀλλ' οὗτος ἑαυτὸν νοεῖ, ἑαυτὸν δὲ νοῶν τὰ ὄντα νοεῖ, τὰ δὲ ὄντα πολλά· καὶ ὁ νοῦς ἄρα πολλά. εἰ δ' οὗτος πολλά, τί ἂν ἄλλο ὑπερβαίη ὥστε μὴ εἶναι πολλά; ναί, φησίν, ἀλλὰ τὸ ὂν τὸν νοῦν ὑπερπέπτωκεν· ἐφ' ἃ μὲν γὰρ ὁ νοῦς, καὶ τὸ ὄν, ἀλλ' οὐκ ἐφ' ἃ τὸ ὄν, καὶ ὁ νοῦς· ὅσα μὲν γὰρ νόες εἰσὶν ἢ νοῦν ἔχει, καὶ ὄντα εἰσίν· ὅσα δὲ ὄντα τυγχάνει, οὐ δήπου πάντα καὶ νοεῖ. ἀλλ' αὐτόθεν ὁ λόγος ἔρχεται· εἰ γὰρ τὸ ὂν ἐπὶ πολλὰ ἔχει τὴν δύναμιν, οὐ δήπου ἕν ἐστι καθαρῶς, ἀλλὰ καὶ ὑπὲρ τούτων ἕνωσις, ἡ δ' ἕνωσις ἢ ἑνάδων ἢ συνθέτων συναθροισμός, ὥστε καὶ αὕτη πολλά. τί δ' ἂν εἴποι τις περὶ τῶν ἑνάδων; ἆρα γὰρ οὐδὲ τούτων ἑκάστη ἕν; πῶς οὖν ἑνάς; ἀλλὰ διὰ τοῦτο, ὦ λῷστε, οὐχ ἕν, διότι ἑνάς· ὑπερβέβηκε γὰρ τὸ ἕν· ὃ δὲ ὑπερβέβηκέ τι, οὐ καθαρῶς ἐκεῖνό ἐστιν οὗ ὑφεῖται. Ἐπεὶ οὖν τὸ θεῖον ἄλλο παρὰ τὰ ὄντα, ἕν ἐστι μόνως κατὰ δευτέρους καὶ τρίτους λόγους καὶ ὂν καὶ νοῦς καλούμενος. ἀλλ' ἐκεῖνο μέν, αὐτὸ δὴ ὅπερ λέγεται, ἀμιγῶς ἔχει πρὸς τὸ ἀντίθετον· εἰλικρινῶς τε γάρ ἐστιν ἓν καὶ κυρίως ὂν καὶ νοῦς ἀκήρατος καὶ μακάριος, τῶν δ' ἄλλων εἴ τι οὕτως λέγεται, κατὰ μετοχὴν ἐκείνου ἔστι τε καὶ ὀνομάζεται. ἣν οὖν οἱ τῆς ἔξω φιλοσοφίας μετάδοσιν καὶ μετοχὴν κατωνόμασαν, μοῖραν ἐν ταῦθα ὁ μέγας πατὴρ προσηγόρευσε. τοῖς μὲν γὰρ πολλοῖς ἐκ ψυχῆς μόνης καὶ σώματος ὁ ἄνθρωπος δοκεῖ τὴν σύστασιν ἔχειν· ἔννουν δὲ αὐτόν φασιν εἶναι, ὡς τοῦ νοῦ μέρους τοῦ κυριωτάτου τῆς ψυχῆς τυγχάνοντος. ἐμοὶ δὲ καὶ τοῖς κυρίως φιλοσοφήσασιν ἄλλο τι παρὰ τὴν ψυχὴν ὁ νοῦς ἔστι καὶ λέγεται. καὶ ὥσπερ τὸ σῶμα ψυχῆς μετουσίᾳ ζῇ τε καὶ κινεῖται, οὕτως καὶ ἡ ψυχὴ νοῦ παρουσίᾳ νοεῖ· ὅπου δὲ νοῦς, ἐκεῖ καὶ τὸ ὄν· ἔνθα δὲ τὸ ὄν, ἐκεῖ καὶ τὸ ἕν. ὥστ' εἰ καὶ τοῦ ἑνὸς ἐν μετοχῇ καθέσταμεν, ἀλλ' ἓν κυρίως ὡμολόγηται ὁ θεός, ὥστε καὶ τοῦ θεοῦ εἰκόνας ἐν ἑαυτοῖς καὶ ἐμφάσεις κεκτήμεθα, δι' ἃ δὴ καὶ μοῖρα τυγχάνομεν τοῦ θεοῦ. Ἀλλ' ἦμεν ποτὲ ἓν οὐ τὴν φύσιν, ἀλλὰ τὴν ταὐτότητα τῆς γνώμης καὶ τῶν κινήσεων· ὡμολόγει γὰρ τὸ ἐν ἡμῖν ἓν τῷ καθ' ἡμᾶς ὄντι, καὶ τοῦτο τῷ νῷ, καὶ οὗτος τῇ ψυχῇ, καὶ αὕτη τῷ σώματι· μᾶλλον δέ, ἵνα τἀκρι βέστερον εἴπω, τὸ μὲν σῶμα τῇ ψυχῇ εἵπετο, ἐκείνη δὲ τοῖς ὑπερβεβηκόσι καὶ αὐτῷ τῷ ἑνί, διὰ δὲ μέσης ψυχῆς καὶ νοῦ καὶ ὄντος καὶ τὸ σῶμα πρὸς τὸ ἓν ἀναγόμενον καὶ αὐτὸ ἓν ἦν κατὰ μετοχήν. ταῦτα μὲν πρότερον· ἀφ' οὗ δὲ τὸ κατ' εἰκόνα κάλλος ἡ ψυχὴ ἀπεβάλετο, κατὰ νώτου ἑαυτῆς τὸ θεῖον ποιησαμένη παράγγελμα, διεσπάσθη ἡ θεία αὕτη σειρά, καὶ τῶν μεταδόσεων μὴ διαδιδομένων κατ' ἀναλογίαν τῆς ὑποστάσεως, διεσπάσθη τὰ μέρη καὶ γέγονεν ἡ μὲν ὁλότης μέρος, ἡ δὲ κοινότης πολυπλήθεια. διὰ τοῦτο Χριστὸς «ἀκρογωνιαῖος λίθος» ὠνόμασται καὶ ἡνώθη διὰ μέσης ψυχῆς, ἵνα τὰ ἄκρα συνάψῃ ἓν καὶ σῶμα καὶ γενώμεθα πνεῦμα καὶ νοῦς καὶ θεός, «καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ» τε καὶ ῥέοντος. Σὺ δέ μοι ὅρα τὸ «καὶ ἄνωθεν ῥεύσαντας» ὅσην ἔχει τὴν δύναμιν· τὸ γὰρ ἓν ἐνταῦθα αἰνίττεται, ὃ δὴ ὁ λόγος ἀνωτέρω τοῦ ἐν ἡμῖν νοῦ καὶ τοῦ ὄντος ἀπέδειξεν· ἄνωθεν γοῦν ἀληθῆ ὑπέστημεν τὴν ῥοήν. ὥσπερ γὰρ ἐπὶ τῶν Ἡρακλείων δεσμῶν, οὓς δὴ νόμος τοὺς γόητας παραλαμβάνειν ἐπὶ τῶν συλληπτικῶν μαγειῶν, ἢν τὴν ἀρχὴν τοῦ δεσμοῦ διαλύσῃς, τὸ πᾶν ἔσῃ διαλυσάμενος, οὕτω δὴ καὶ ἐπὶ τῆς καθ' ἡμᾶς σειρᾶς, ἢν τὸ ἓν ἀποσπάσῃς τοῦ δεσμοῦ, εὐθὺς καὶ τὸ ὂν καὶ ὁ νοῦς καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ἡ θεία αὕτη σειρὰ συνδιασπᾶται καὶ συνδιαλύεται. δεῖ οὖν ἡμᾶς, εἰ μὲν ζῶμεν σώματι μόνῳ, πρὸς ψυχὴν ἐπαναδραμεῖν καὶ τὸν δεσμὸν εὑρεῖν παρὰ φιλοσοφίας ὅτῳ τὴν ὕλην εἰς τὴν ψυχὴν συνδήσομέν τε καὶ ἀναλύσομεν· εἰ δὲ «ψυχικοί» ἐσμεν «ἄνθρωποι», σωμάτων μὲν ὑπερκεί μενοι, τὴν δὲ ἀνθρώπῳ προσήκουσαν ζῶντες ζωήν, ὥστε «μὴ» δύνασθαι «δέξασθαι τὰ τοῦ πνεύματος», ἐπανελθεῖν πρὸς τὸν νοῦν· ἀλλ' οὐδὲ οὗτος τὸ κυρίως ὄν, ἀπὸ γοῦν τούτου