141
δραμεῖται Θεόν. δʹ. "Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς." Ὁ δὲ Σύμμαχος οὕτως· Λόγοι ἀνόμων κατεδυνά στευσάν με. ∆υσσεβέσι, φησὶ, καὶ ἀνομίᾳ συ ζῶσιν ἀνθρώποις δουλεύειν ἠνάγκασμαι. Εἶτα τῆς δουλείας τὴν αἰτίαν διδάσκει. "Καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ." Οὐκ ἀδίκως, φησὶ, κατεκρίθην δουλεύειν, ἀλλὰ διὰ τὴν ὑπ' ἐμοῦ πάλαι τολμηθεῖ σαν ἀσέβειαν· ἧς ἀπαλλαγῆναι διὰ τῆς σῆς φιλ 80.1349 ανθρωπίας ἀντιβολῶ. Ἐντεῦθεν μακαρίζουσι τὴν τῆς πατρίδος διαγωγὴν, ὡς διδάσκαλον καὶ πρόξενον εὐσεβείας. εʹ. "Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατα σκηνώσει ἐν ταῖς αὐλαῖς σου, πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Ζηλωτὸς, φησὶ, καὶ μακάριος ὁ τῶν ἄλλων ἐθνῶν ὑπὸ σοῦ προτετι μημένος λαός. Ταῖς γὰρ ἱεραῖς σου προσεδρεύων αὐλαῖς, τὴν ἐκεῖθεν ὠφέλειαν καὶ εὐλογίαν καρ ποῦται. "Ἅγιος ὁ ναός σου. [ʹ.] Θαυμαστὸς ἐν δικαιο σύνῃ." Ἁγιασμοῦ γὰρ πλήρης ὁ σὸς ναὸς, καὶ τὴν σὴν δικαιοσύνην διὰ τῶν σῶν λογίων διδάσκει τοὺς προσιόντας. "Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν· ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν." Πάλιν ἐν ταῦθα τὴν τῆς οἰκουμένης σωτηρίαν προλέγει, καὶ τῆς τοῦ πατριάρχου Ἰακὼβ ἀναμιμνήσκει προῤῥή σεως· ἐκείνου γάρ ἐστι φωνὴ, "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Τοῦτον καὶ ἐνταῦθα "ἐλπίδα" ἐκάλεσε "πάν των τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν." Σημαίνει δὲ διὰ τούτων τούς τε ἐν ταῖς νήσοις οἰκοῦντας, καὶ τοὺς ἐν ταῖς ἀντίπερα ἠπεί ροις ἀνθρώπους, καὶ τοὺς τὰ τέρματα τῆς οἰκου 80.1352 μένης κληρωθέντας οἰκεῖν. Ἐπάκουσον ἡμῶν, φη σὶν, ὁ μικρὸν ὕστερον πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν τῷ τῆς θεογνωσίας καταυγάζων φωτί. Εἶτα τὴν δύναμιν, ὡς ἔνεστι, τοῦ Θεοῦ δι ηγεῖται. ζʹ, ηʹ. "Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὑτοῦ· περιεζωσμένος ἐν δυναστείᾳ. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης· ἤχους κυμάτων αὐτῆς τίς ὑποστήσεται;" Τὸ ἑτοιμάζων, ἑδράζων ὁ Σύμμαχος εἴρηκε. Τὸ δὲ συνταράσσων, ὁ Θεοδοτίων καταπραΰνων. Λέγει δὲ, ὅτι τὰ μὲν ὄρη ἑδραῖα ποιεῖς, καὶ ἀκίνητα· τὴν δὲ θάλασσαν κινεῖς ὅτε βούλει, καὶ πάλιν κατευνάζεις, ἧς οὐδὲ ἦχος τίς ἐστι τοῖς ἀκούουσιν· ἐπιτελεῖς δὲ τούτων ἕκα στον, δυνάμει χρώμενος ἀῤῥήτῳ καὶ ἀμετρήτῳ· ἣν ὥσπερ τινὰ περίκεισαι ζώνην. [Ζωὴ γὰρ ὑπάρχων μεταδίδως τοῖς εἰς σὲ πιστεύουσι καὶ τοῖς ἀκινήτοις τὸ πεπῆχθαι παρέχεις.] Ἐπειδὴ γὰρ ὁ ἐζωσμένος εὐσταλέστερός ἐστι περὶ τὸ πράττειν ὃ βούλεται, ζώνην τροπικῶς τοῦ Θεοῦ τὴν δύναμιν προσηγόρευσεν. Ἐντεῦθεν λοιπὸν ἐφεξῆς τῆς και νῆς διαθήκης ὑφηγεῖται τὰ κατορθώματα. "Ταρα χθήσονται τὰ ἔθνη" τὰ τῶν ἀποστόλων κηρύ 80.1353 γματα παρεδήλωσεν, ἃ ταραχὴν καὶ ζάλην εὐθὺς τοῖς ἀνθρώποις ἐκίνησε, κατὰ τὴν τοῦ Κυρίου φωνήν. "Ἦλθον γὰρ, ἔφη, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὑτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὑτῆς. [Καὶ ὁ Ἀμβακοὺμ δὲ προλέγων ταῦτά φησι. "Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά." Τοὺς ἀποστόλους, ὧν λέγει τὴν ἱππασίαν ἀντὶ τοῦ διδαχὴν σωτηρίαν γε νήσεσθαι.] Μετὰ ταῦτα δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσε, [φήσας, "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν."] θʹ. "Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρα τα, ἀπὸ τῶν σημείων σου." Ἡγήσατο μὲν γὰρ ἡ ταραχή· ἠκολούθησε δὲ ὁ φόβος, τῷ μεγέθει τῶν θαυμάτων γενόμενος, καὶ τὴν εὐσέβειαν ἐξεπαίδευ σεν. "Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις." Τῷ γὰρ φόβῳ τῶν θαυμάτων καταπλαγέντες οἱ ἄνθρω ποι, τὴν προτέραν πλάνην καταλιπόντες, καὶ τὸν ὄντα γνόντες Θεὸν, καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν τερπνὴν καὶ ἀρεστὴν τῷ Θεῷ προσφέ ρουσιν ὑμνῳδίαν. Τοῦτο γὰρ ὁ Σύμμαχος παρεδή λωσε, Τὰς προελεύσεις τοῦ ὄρθρου, καὶ τὴν ἑσπέραν ὑμνολογοῦσιν. ιʹ. "Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν." Ὁ δὲ Σύμμα χος οὕτως εἴρηκε, Πολυκαρπίᾳ πλουτίσεις αὐ τήν. Οὐκ ἔτι γὰρ μόνοις ἡμῖν τὴν πνευματικὴν ἀρδείαν