141
ὠλισθηκόσι καὶ εὐκτέον καὶ φυλακτέον τὸ περὶ ἡμᾶς, μή πως ἄλλοις κηρύξας, φησὶν ὁ Παῦλος, αὐτὸς ἀδόκιμος γένωμαι. ∆ιό, ἀδελφέ, θερμότερον ποιοῦ μοι τὴν προσευχήν, ἵνα στερεότητι ψυχῆς τούς τε ἔνδοθεν καὶ ἔξωθεν ἐχθροὺς πολεμήσαιμι· περὶ γὰρ σοῦ ὅτι ἐγὼ αἰτῶ, μάρτυς Κύριος ὡς ἑπτάκις σε τῆς ἡμέρας λαμβάνω ἐν τῇ ταπεινῇ μου εὐχῇ εἰς τὸ σῴζεσθαί σε καὶ εὐδοξῆσαι μεγάλως ἐν Κυρίῳ. εἰρήνη σοι, σοφία, ἰσχύς, φιλητέ μου· οἱ σὺν ἐμοί σε ἀσπάζονται. 195 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Παραμύθιον τῇ ταπεινῇ μου ψυχῇ τὸ τῆς ἁγιωσύνης σου γραμματεῖον, ὁσάκις ἂν καὶ ἐπιφοιτήσῃ, καί γε μάλιστα ἄρτι, ὁπηνίκα ἐκπέπληγμαι ὁ ταπεινὸς ἐκ τῶν ἐν τοῖς ἀδελφοῖς ἡμῶν συμβεβηκότων. ἐθανατώθη ὁ Θαδδαῖος ταῖς μάστιξιν ὑπὲρ Χριστοῦ καὶ ἤρθη μετὰ μαρτύρων, ἐπεὶ καὶ ∆ωρόθεος σὺν Βησσαρίωνι καὶ Ἰακώβῳ, κἂν ἔτι ἐπιμένωσιν ἐν σαρκί· ἥττηται Λουκιανὸς ὁ ταπεινός, περὶ τὰ μέσα που τῶν πληγῶν ὀκλάσας καὶ προδοὺς τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἕτεροι τέσσαρες, οἱ μὲν ὀλίγα δαρέντες, οἱ δὲ αὐτὴν τὴν ἀπειλὴν καταπλαγέντες. ὢ τῶν συμβάσεων· ἐκ μὲν τῶν πρώτων χαρὰ ἀνεκλάλητος, ἐκ δὲ τῶν δευτέρων λύπη δυσφόρητος. τί τἆλλα; ἠφάνισται θυσιαστήρια καὶ ἀφανίζεται πᾶς ἱερὸς οἶκος, πᾶς θίασος αἱρετίζει, πᾶς τόπος ἐμπέπρησται, πᾶσα ἀποκέκλεισται θύρα εὐσεβείας. νὺξ βαθεῖα, ὑπὲρ κεφαλῆς τὰ κακά. Ὁρᾷς, ἀδελφέ, εἰς οἵας ἡμέρας τετηρήμεθα, ἑλληνισμοῦ ἢ οὐδὲν ἢ μικρόν τι διενηνοχυίας; ἀλλ' ὅμως καὶ οὕτω χάρις τῷ προελομένῳ ἡμᾶς ἀγαθῷ θεῷ ἡμῶν εἰς μαρτύριον τοῦ εὐαγγελίου αὐτοῦ. καὶ τίνες ἐσμὲν οἱ ἀχρεῖοι, ὅσον τὸ κατ' ἐμέ, καὶ πόθεν ἡμῖν τοῦτο ἵνα μάρτυρες τῆς ἁγίας αὐτοῦ εἰκόνος εἴημεν; ἀλλὰ γένοιτο μέχρι τέλους τὸν τῆς ὁμολογίας δρόμον διανύσαι εὐχαῖς τῶν προεκδημησάντων. χαίρω ἀκούων ὅτι ἔρρωταί σου τὸ τίμιον σῶμα ὥσπερ καὶ ἡ ψυχή· ἔχω δὲ κἀγὼ ὡσαύτως, κἂν ἐπὶ τοῦ συναμφοτέρου διὰ τὰς ἔκτοτε ἁμαρτίας οὐδὲν ἐπαίνου ἐν ἐμοί, κἂν σεμνολογῶμαι ὑπὸ τῆς δοκιμότητός σου, ὡς οἶσθα. εὔχομαι δὲ ὁ ἐλάχιστος ἕως τέλους ἐκλάμπειν σε ἐν ἀρχιερεῦσι Χριστοῦ, λαμπρότητας κατορθωμάτων ἐπὶ ταῖς προλαβοῦσι λαμπρότησι φρυκτωροῦντα. Οἱ σὺν ἐμοὶ μετ' αἰδοῦς ἀσπάζονται τοὺς ὑπὸ τὴν ἱεράν σου χεῖρα ἀδελφούς μου, κατ' ἐξοχὴν Ἀθανάσιον τὸν σύμπονον καὶ σύναθλον πλεῖστα προσαγορεύω. 196 {1Εὐχαρίστῳ τέκνῳ}1 Ἐπειδὴ ἐπεζήτησας, τέκνον μου ἠγαπημένον, γράμμα μου ἔχειν, ἰδού σοι τὸ ἐπιθύμιον· ἀλλὰ τί ὀνήσῃ ἐξ αὐτοῦ, οἰκτροῦ ὄντος καὶ οὐδενὸς ἀξίου; πλὴν πίστεώς σου καὶ ἀγάπης εἰλικρινοῦς ἔργον, δι' ὧν ὁ ἀληθινὸς ὑπήκοος γνωρίζεται καὶ ἡ πρὸς τὰ κρείττονα πορεία ἐμφανίζεται. φυλαχθείης μοι τοίνυν ἐν ἀμφοτέροις βελτιούμενος καὶ εἰς κλέος ἀρετῶν προαγόμενος, ὁ ὡς ἀληθῶς εὐχάριστος καὶ χαρᾶς ἐπώνυμος, καὶ ἴδοιμί σε ὁσίοις συναρίθμιον καὶ δικαίοις συνεκλάμποντα. Προσεύχου περὶ ἐμοῦ, γλυκύτατον τέκνον. 197 {1Ἰωάννῃ ἡγουμένῳ}1 Καὶ πάλιν ἐπιστέλλω τῇ ἁγιωσύνῃ σου (καὶ ἐπιστέλλων οὐ παύσοιμι, μόνον εἰ γραμματηφόρου ἐπιτεύξοιμι), ὁμοῦ μὲν τὸ τῆς ἀγάπης καθῆκον ἀποπληρῶν, ὃ παρὰ τοὺς πολλοὺς ἔστι μοι ἀναπτόμενον, μὴ ταῖς πρότερον συμβάσεσι μειούμενον ἀλλὰ ταῖς μετέπειτα ἐκλάμψεσι φρυκτωρούμενον, ὁμοῦ δὲ καὶ ἀποδεχόμενος ἐν μακαρισμῷ τὴν παροῦσάν σου εὐανδρίαν, μᾶλλον δὲ ὁμολογίαν Χριστοῦ, καὶ ὡς οὐκ ἡγήσω τι τῶν παρόντων προτιμότερον τῆς θείας ἀγάπης, δι' ἣν ἐν ἐξορίᾳ τληπαθῶν διανύεις μαρτυρικὸν ἀγῶνα, οὐδ' οὐ μὴν παρετράπης τῆς ἐνστατικῆς προθέσεως τῇ τῶν φρεναπατηθέντων ψευδαδέλφων ὑποσκελίσει, προηγουμένως κρατούμενος τῇ τούτων ἀγαπητικῇ σχέσει, ἀλλ' οἷον πάντων ἀπορραγεὶς καθάπερ κάλων μόνης ἐγένου τῆς ἐφέσεως τῶν ἄνω. ∆ιά τοι ταῦτα καὶ μακαρίζω σε, ὦ πάτερ, καὶ ἀγαπῶ λίαν καὶ αἰτῶ πάνυ προσεύχεσθαι ὡς ἐπὶ τῶν ἐγκαρδίων σου φίλων καὶ περὶ ἐμοῦ τοῦ ἐλαχίστου, ὅπως ἐν παντὶ τρόπῳ πάντοτε εὐαρεστήσαιμι Κυρίῳ, ὅτι ἕως τοῦ δεῦρο οὐκ οἶδα ἀγαθόν τι πεποιηκὼς