141
ἀκούσας ἐφοβήθη, ἀναγκαζόμενος δὲ τοῦ πολέμου ἀπήρξατο. τοῦ δὲ Γερμανοῦ ἐν τῷ πολέμῳ πληγέντος, οἱ ὑπασπισταὶ τοῦτον διέσωσαν μέχρι Κωνσταντίνης, καὶ ἡττῶνται Ῥωμαῖοι· ἑνδεκάτη δὲ ἡμέρα, καὶ ὁ Γερμανὸς ἐτελεύτησεν. ὁ δὲ Φωκᾶς τὰς δυνάμεις ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν μετέφερε τῷ Χαγάνῳ τὰ πάκτα ἐπαυξήσας, νομίζων ἠρεμεῖν τῶν Ἀβάρων τὸ ἔθνος. ταύτας δὲ διελὼν τὰς μὲν κατὰ Περσῶν ἀπέστειλεν, τὰς δὲ πρὸς τὴν πολιορκίαν Ἐδέσης κατὰ Ναρσοῦ σὺν Λεοντίῳ εὐνούχῳ καὶ μεγιστάνῳ αὐτοῦ. ὁ δὲ Χοσρόης συναθροίσας δυνάμεις ἐπὶ τὸ ∆αρᾶς γίνεται. Ναρσῆς δὲ ἐξελθὼν τῆς Ἐδέσης ἐπὶ τὴν Ἱεράπολινκατέφυγεν. ὁ δὲ Χοσρόης σὺν τοῖς Ῥωμαίοις γίνεται εἰς τὸ Ἀρξαμοῦν, καὶ φρούριον ἀπὸ ἐλεφάντων συστησάμενος τοῦ πολέμου ἀπήρξατο καὶ νίκην μεγάλην ᾔρατο, πολλοὺς τῶν Ῥωμαίων ζωγρήσας, οὓς καὶ ἀπέτεμεν. τούτων οὕτω πραχθέντων, ὁ Χοσρόης ἐπὶ τὴν ἑαυτοῦ γῆν ἐπανέζευξε Ζογγόῃ τὰς δυνάμεις καταλιπών. τοῦτο μαθὼν ὁ Φωκᾶς κατὰ Λεοντίου ἐμάνη καὶ χειροπέδαις σιδηραῖς ἀτίμως αὐτὸν εἰς Βυζάντιον φέρει καὶ χειροτονεῖ στρατηγὸν ∆ομεντζίολον, τὸν ἴδιον ἀνεψιόν, ὃν καὶ κουροπαλάτην ἐποίησεν. γʹ. ιζʹ. ιαʹ. εʹ. κϛʹ. εʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλε Χοσρόης Καρδαρίγαν καὶ Ῥουσμιάζαν, καὶ ἐπόρθησαν πολλὰς τῶν Ῥωμαίων πολιτείας. ὁ δὲ ∆ομεντζίολος λόγον δοὺς τῷ Ναρσῇ καὶ ὅρκοις πολλοῖς πείσας αὐτὸν μηδεμίαν 293 ἀδικίαν παρὰ τῷ Φωκᾷ ὑπομένειν, ἀπέλυσεν αὐτὸν πρὸς Φωκᾶν· ὁ δὲ Φωκᾶς μὴ φυλάξας τὸν λόγον τοῦτον πυρὶ κατέκαυσεν. ἐν λύπῃ οὖν μεγάλῃ γεγόνασιν οἱ Ῥωμαῖοι, ὅτι φόβον μέγαν εἶχεν εἰς Πέρσας ὁ Ναρσῆς, ὥστε τὰ τέκνα τῶν Περσῶν ἀκούοντα τὸ ὄνομα Ναρσοῦ τρέμειν· οἱ δὲ Πέρσαι ἠγαλλιῶντο χαρᾷ μεγάλῃ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. δʹ. ιηʹ. αʹ. ϛʹ. κζʹ. ϛʹ. Τούτῳ τῷ ἔτει σχολαστικὸς εὐνοῦχος, ἀνὴρ ἔνδοξος τοῦ παλατίου, μεσούσης νυκτὸς Κωνσταντῖναν τὴν δέσποιναν σὺν ταῖς τρισὶ θυγατράσιν αὐτῆς λαβὼν εἰς τὴν μεγάλην ἐκκλησίαν κατέφυγε τῇ βουλῇ Γερμανοῦ τοῦ πατρικίου, ὀρεγομένου τῆς βασιλείας. γίνεται τοίνυν ἐν τῇ πόλει στάσις μεγάλη. οἱ δὲ Πράσινοι ἀθροισθέντες ἐπὶ τὸν κοχλίαν ἐδυσφήμουν τὴν Κωνσταντῖναν· ὁ δὲ Γερμανὸς τῷ δημάρχῳ τῶν Πρασίνων τάλαντον χρυσίου ἀπέστειλεν, ὥστε συνεργῆσαι αὐτοῖς. τὰ δὲ πρωτεῖα τοῦ δήμου οὐ κατεδέξαντο τοῦτο. ὁ δὲ τύραννος ἔπεμψεν εἰς τὴν ἐκκλησίαν τοῦ ἀποσπάσαι τὰ γύναια· ὁ δὲ πατριάρχης Κυριακὸς ἀντεκαθίστατο τῷ τυράννῳ μὴ καταδεξάμενος ἐκ τοῦ ναοῦ ἀποσπάσαι τὰ γύναια τυραννικῶς. ὅρκοις δὲ βεβαιωθεὶς ὑπὸ τοῦ Φωκᾶ, ὡς οὐκ ἀδικήσει αὐτάς, ἐξάγονται τοῦ ἁγίου τεμένους καὶ ἐν μοναστηρίῳ ἐγκλείονται· τὸν δὲ Γερμανὸν ἀποκείρας ἐν ἱερεῦσι κατέταξε καὶ ἐν τῷ ἰδίῳ οἴκῳ παρεφύλαττεν. τότε καὶ Φιλιππικὸς τὴν κόμην ἑλόμενος ἱερωσύνης ἀξίαν ἀνέλαβε καὶ ἐν Χρυσοπόλει ἐν τῷ μοναστηρίῳ, ὃ ἔκτισεν, διέτριβεν. οἱ δὲ Πέρσαι ἐν τούτῳ τῷ ἔτει παρέλαβον τὸ ∆αρᾶς καὶ πᾶσαν τὴν Μεσοποταμίαν καὶ Συρίαν αἰχμαλωσίαν πολλὴν ποιήσαντες, ἧς οὐκ ἔστιν ἀριθμός. τοῦ δὲ πατριάρχου Κυριακοῦ τελευτήσαντος, Θωμᾶς χειροτονεῖται ἀντ' αὐτοῦ, διάκονος καὶ σακελλάριος ὢν τῆς αὐτῆς ἐκκλησίας, μηνὶ Ὀκτωβρίῳ ιαʹ. 294 Κόσμου ἔτη ϛϟθʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟθʹ. Ῥωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. εʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιθʹ. Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φωκᾶς ὁ τύραννος ἔζευξε τὴν ἑαυτοῦ θυγατέρα ∆ομεντζίαν Πρίσκῳ τῷ πατρικίῳ καὶ κόμητι τῶν ἐκσκουβιτόρων, καὶ γενομένου τοῦ γάμου ἐν τῷ παλατίῳ τῶν Μαρίνης, ἐκέλευσεν ἱππικὸν ἀχθῆναι. οἱ δὲ δήμαρχοι τῶν δύο μερῶν ἐν τοῖς τετρακίοσι σὺν τῶν βασιλικῶν λαυράτων ἔστησαν Πρίσκου καὶ ∆ομεντζίας λαυράτα. ταῦτα ἰδὼν ὁ βασιλεὺς ἠγανάκτησεν, καὶ πέμψας ἤγαγε τοὺς δημάρχους Θεοφάνην καὶ Πάμφιλον, καὶ στήσας αὐτοὺς εἰς τὸ στάμα γυμνοὺς ἐκέλευσεν ἀποτμηθῆναι αὐτούς. πέμψας δὲ