142
Καὶ ὁ Πέτρος ἔφη· Ἀποκρινοῦμαι εἰς ὃ θέλεις, περὶ τοῦ· «Oὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός-οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι». πρῶτον μὲν θαυμάζω πῶς τοῦ λόγου τούτου μυρίας ἔχοντος ἐκδοχὰς σὺ τὸ ἐπικινδυνότερον ἐξελέξω μέρος, πρὸς ἀγνωσίαν τοῦ δημιουργοῦ καὶ τῶν ὑπ' αὐτοῦ πάντων φήσας εἰρῆσθαι τὸν λόγον. πρῶτον μὲν γὰρ δύναται ὁ λόγος εἰρῆσθαι πρὸς πάντας Ἰουδαίους, τοὺς πατέρα νομίζοντας εἶναι Χριστοῦ τὸν ∆αυὶδ καὶ αὐτὸν δὲ τὸν Χριστὸν υἱὸν ὄντα καὶ υἱὸν θεοῦ μὴ ἐγνωκέναι. διὸ καὶ οἰκείως εἴρηται· «Oὐ- δεὶς ἔγνω τὸν πατέραή, ἐπεὶ ἀντὶ τοῦ θεοῦ τὸν ∆αυὶδ πάντες ἔλεγον. τὸ δὲ ἐπάξαντα εἰπεῖν ὡς «οὐδὲ τὸν υἱόν τις οἶδεν», ἐπεὶ αὐτὸν υἱὸν ὄντα οὐκ ᾔδεισαν, καὶ τὸ εἰπεῖν «οἷς ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι» ὀρθῶς εἴρηται· ὁ γὰρ ἀπ' ἀρχῆς ὢν υἱὸς μόνος ὡρίσθη, ἵνα οἷς βού- λεται ἀποκαλύψῃ. καὶ οὕτως δύναται Ἀδὰμ ὁ πρωτόπλαστος αὐτὸν μὴ ἀγνοεῖν οὐδὲ Ἐνὼχ ὁ εὐαρεστήσας μὴ εἰδέναι οὔτε Νῶε ὁ δίκαιος μὴ ἐπίστασθαι οὔτε Ἀβραὰμ ὁ φίλος μὴ συνιέναι, οὐκ Ἰσαὰκ μὴ νενοη- κέναι, οὐκ Ἰακὼβ ὁ παλαίσας μὴ πεπιστευκέναι, καὶ πᾶσιν τοῖς ἐν τῷ λαῷ ἀξίοις μὴ ἀποκεκαλύφθαι. εἰ δέ (ὡς φής) ἔσται διὰ τὸ εἰδέναι διὰ τοῦ Ἰησοῦ νῦν πᾶσιν ἀποκαλύπτεσθαι, πῶς οὐκ ἀδικώτατον λέγεις ἐκείνους μὲν μὴ ἐγνωκέναι, ἑπτὰ στύλους ὑπάρξαντας κόσμῳ καὶ δικαιο- τάτῳ θεῷ εὐαρεστῆσαι δυναμένους, καὶ τοσούτους δὲ νῦν ἀπὸ τῶν ἐθνῶν ἀσεβεῖς ὄντας κατὰ πάντα γνῶναι; οὗτοι παντὸς κρείττονες γνῶναι οὐ κατηξιώθησαν; καὶ πῶς ἐστι τοῦτο ἀγαθόν, ὃ μὴ δίκαιόν ἐστιν; ἐκτὸς εἰ μὴ ἀγαθὸν θέλεις λέγειν οὐ τὸν εὐεργετοῦντα τοὺς δικαιοπρα- γήσαντας, ἀλλὰ τὸν ἀγαπῶντα τοὺς ἀδίκους κἂν μὴ πιστεύωσιν, οἷς καὶ τὰ ἀπόρρητα ἀποκαλύπτει, ἃ δικαίοις ἀποκαλύψαι οὐκ ἠθέλησεν. τὸ γὰρ τοιοῦτον οὔτε ἀγαθῷ οὔτε δικαίῳ προσήκει, ἀλλὰ τῷ εὐσεβεῖς με- μισηκότι. μήτι σὺ εἶ, Σίμων, ὁ ἑστώς, ὁ ταῦτα οὕτως μήποτε ·ηθέντα εἰπεῖν ἀποθρασυνόμενος; Καὶ ὁ Σίμων ἐπὶ τούτῳ ἀγανακτήσας ἔφη· Τὸν σὸν διδάσκαλον αἰτιῶ εἰπόντα· «Ἐξομολογοῦμαί σοι, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι, ἅπερ ἦν κρυπτὰ σοφοῖς, ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». καὶ ὁ Πέτρος· Oὕτω μέν, ἔφη, ὁ λόγος οὐκ ἐλέχθη· ἐρῶ δὲ πρῶτον, ὡς οὕτως εἰρημένον ὥσπερ σοι ἔδοξεν. ὁ κύριος ἡμῶν, εἴπερ καὶ εἰρήκει· «Ἅτινα ἦν κρυπτὰ σοφοῖς, ταῦτα νηπίοις ἀπεκάλυψεν ὁ πατήρ», οὐδὲ οὕτως ἄλλον θεὸν καὶ πατέρα σημαίνειν ἐνομίζετο παρὰ τὸν κτίσαντα τὸν κόσμον. ἐνδέχεται γὰρ αὐτοῦ εἶναι τοῦ δημιουργοῦ τὰ κρυπτὰ ἃ ἔλεγεν, τῷ καὶ τὸν Ἠσαίαν εἰπεῖν· «Ἀνοίξω τὸ στόμα μου ἐν παραβολαῖς καὶ ἐξερεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου». τὸν οὖν προφήτην ὁμολογεῖς, ὃς τὰ κεκρυμμένα οὐκ ἠγνόει, ἅτινα ὁ Ἰησοῦς ἀπὸ σοφῶν κεκρύφθαι λέγει, νηπίοις δὲ ἀποκεκαλύφθαι; πῶς δὲ ὁ δημιουργὸς ἠγνόει τοῦ προφήτου αὐτοῦ μὴ ἀγνοοῦντος Ἠσαίου; ὁ δὲ Ἰησοῦς ἡμῶν τῷ ὄντι οὐκ εἶπεν· «Ἅτινα [οὐκ] ἦν κρυπτά», ἀλλὰ τὸ δοκοῦν τραχύτερον εἴρηκεν· εἶπεν γάρ· «Ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν». τὸ δὲ εἰπεῖν «ἀπέκρυψας», ὥς ποτε ἐγνω- σμένων αὐτοῖς. παρ' αὐτοῖς γὰρ ἡ κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν