142
ματός σου μετὰ σέή· καὶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ἐπὶ Μεσοποταμίαν στελλομένου, δείξας τὸν Χριστόν, δι' αὐτοῦ ἐλάλησας εἰπών· «Ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ καὶ αὐξανῶ σε καὶ πληθυνῶ σε σφόδραή· καὶ πρὸς Μωϋσῆν τὸν πιστὸν καὶ ἅγιόν σου θεράποντα οὕτως εἶπας ἐπὶ τῆς ὀπτα σίας τῆς βάτου· «Ἐγώ εἰμι ὁ êν, τοῦτό μοι ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεαῖς γενεῶν», -ὑπέρμαχε γένους Ἀβραάμ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Eὐλογητὸς εἶ, Κύριε βασιλεῦ τῶν αἰώνων, ὁ διὰ Χριστοῦ ποιήσας τὰ ὅλα καὶ δι' αὐτοῦ ἐν ἀρχῇ κοσμήσας τὰ ἀκατασκεύαστα, ὁ διαχωρίσας ὕδατα ὑδάτων στερεώ ματι, ὁ καὶ πνεῦμα ζωτικὸν τούτοις ἐμβαλών, ὁ γῆν ἑδράσας καὶ οὐρανὸν ἐκτείνας καὶ τὴν ἑκάστου τῶν κτισμάτων ἀκριβῆ διάταξιν κοσμήσας. Σῇ γὰρ ἐνθυμήσει, δέσποτα, κόσμος πεφαίδρυται, οὐρανὸς δὲ ὡς καμάρα πεπηγμένος ἠγλάϊσται ἄστροις ἕνεκεν παραμυθίας τοῦ σκότους, φῶς δὲ καὶ ἥλιος εἰς ἡμέρας καὶ καρπῶν γονὴν γεγένηνται, σελήνη δὲ εἰς τροπὴν καιρῶν αὔξουσα καὶ μειουμένη, καὶ νὺξ ὠνομάζετο καὶ ἡμέρα προσηγορεύετο, στερέωμα δὲ διὰ μέσων ἀβύσσων ἐδείκνυτο καὶ εἶπας συναχθῆναι τὰ ὕδατα καὶ ὀφθῆναι τὴν ξηράν. Aὐτὴν δὲ τὴν θάλασσαν πῶς ἄν τις ἐκφράσειεν; Ἥτις ἔρχεται μὲν ἀπὸ πελάγους μαι νομένη, παλινδρομεῖ δὲ ἀπὸ ψάμμου τῇ σῇ προσταγῇ κωλυομένη· εἶπας γὰρ ἐν αὐτῇ συντριβήσεσθαι αὐτῆς τὰ κύματα· ζóοις δὲ μικροῖς καὶ μεγάλοις καὶ πλοίοις πορευτὴν αὐτὴν ἐποίησας. Eἶτ' ἐχλοαίνετο γῆ, παντοίοις ἄνθεσι καταγραφομένη καὶ ποικιλίᾳ δένδρων διαφόρων· παμφαεῖς τε φωστῆρες τούτων τιθηνοί, ἀπαράβατον σóζοντες τὸν δόλιχον καὶ κατ' οὐδὲν παραλλάσσοντες τῆς σῆς προσταγῆς, ἀλλ' ὅπη ἂν κελεύσῃς, ταύτῃ ἀνίσχουσι καὶ δύουσιν εἰς σημεῖα καιρῶν καὶ ἐνιαυτῶν, ἀμειβόμενοι τὴν τῶν ἀνθρώπων ὑπηρεσίαν. Ἔπειτα διαφόρων ζóων κατεσκευάζετο γένη, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ἀμφιβίων, καὶ τῆς σῆς προνοίας ἡ ἔντεχνος σοφία τὴν κατάλληλον ἑκάστῳ πρό νοιαν δωρεῖται· ὥσπερ γὰρ διάφορα γένη οὐκ ἠτόνησεν παραγαγεῖν, οὕτως οὐδὲ διάφορον πρόνοιαν ἑκάστου ποιήσα σθαι κατωλιγώρησεν. Καὶ τέλος τῆς δημιουργίας τὸ λογικὸν ζῷον, τὸν κοσμοπολίτην, τῇ σῇ σοφίᾳ διαταξάμενος κατεσκεύασας εἰπών· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», κόσμου κόσμον αὐτὸν ἀναδείξας, ἐκ μὲν τῶν τεσσάρων σωμάτων διαπλάσας αὐτῷ τὸ σῶμα, κατα