142
τῶν ἱερῶν λογίων τὰ πολλὰ συνεσκιασμένως προενηνεγμένων. διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παραστήσομαι· σὺ δ', εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι δεῦρο χορεύοντα δι' ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι' ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. σκέψαι δ' οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς Εἰς τὴν Γένεσιν ἐξηγητικοῖς ὁ θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως διείληφε καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον· 6.11.1 ιαʹ. ΩΣ ΚΑΙ ΑΠΟ ΤΗΣ ΤΩΝ ΘΕΙΩΝ ΓΡΑΦΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΕ ΚΑΙ ΜΑΡΤΥΡΙΑΣ Ο ΠΕΡΙ ΤΗΣ ΕΙΜΑΡΜΕΝΗΣ ΕΛΕΓΧΕΤΑΙ ΛΟΓΟΣ· ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ
«Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἄστρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἔστι διαλαβεῖν, οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζῴων, ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι 6.11.2 ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλλουσιν. ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον 6.11.3 καὶ ψόγον καὶ πράξεις ἀποδεκτὰς πάλιν τε αὖ ψεκτάς. ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἴχεται καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτηκότας ὡς κολασθησομένους· τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γινό6.11.4 μενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ' οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι 6.11.5 τὰς διὰ Χριστοῦ θεοῦ ἐκκλησίας. εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας καὶ Χριστὸς ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν 6.11.6 ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. πυθοίμεθα δ' ἂν αὐτῶν τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοιούτους αὐτοὺς πεποιηκέναι διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν, ἀνδρο6.11.7 φονίαις καὶ πειρατείαις; καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ' αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος τῷ θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν; 6.11.8 Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ, ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθόν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχήν, τῷ δὲ δημιουργῷ πάντα τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδ' ὣς <ὃ> βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος. πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ' αὐτοὺς 6.11.9 πατὴρ εὐλόγως χρηματίζοι δίκαιος; δεύτερον δὲ περὶ ἑαυτῶν τί φήσουσιν ἐξεταστέον, πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων ἢ ἠλευθέρωνται καὶ ἐν τῷ βίῳ τυγχάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν. εἰ μὲν