142
ἐκέλευεν ἔξω ∆ιδυμοτείχου χωρεῖν καὶ διατρίβειν ἐν προαστείοις ἄχρις ἂν αὐτὸς τὴν εἴσοδον ἐνδῷ, πρότερον δὲ μὴ εἰσιέναι, μήδ' εἰ πάντες ἄνθρωποι ἐπιτρέποιεν· ἕτερον δὲ ἀντ' ἐκείνου παραλαβὼν, εἰσήγαγεν ὡς βασιλέα. ἔφασκέ τε τὸν μὲν εἰωθότα τῆς πόλεως ἀποδημεῖν, καὶ ὅρκους προστιθεὶς ὡς ἀληθεύοι, τουτονὶ δὲ εἰσαγαγεῖν οὐδαμῶς ὄντα σοι ἐν συνηθείᾳ, καὶ πάνυ ἄκοντα διὰ τὸ βιάζεσθαι ὑπὸ σοῦ. Βασιλεὺς δὲ αὐτὸν προσαγορεύσας «ὥρα σοι, πάτερ,» ἔλεγε «τοῖς πνευματικοῖς χρῆσθαι φαρμάκοις καὶ τὴν ἐπιστήμην ἐπιδείκνυσθαι τὴν πασῶν φιλανθρωποτάτην, καὶ ψυχὴν ὀδυνωμένην καὶ κακῶς πάσχουσαν ὑπὸ πολλῶν τραυμάτων καὶ πταισμάτων ἀνακαλεῖσθαι καὶ πρὸς σωτηρίους τρίβους καθοδηγεῖν, καὶ μετανοίας ἐνδύμασι καὶ πράγμασι τὸν κριτὴν ἵλεων αὐτῇ προκατασκευάζειν.» ὁ δ' ἀντησπάζετο μὲν βασιλέα καὶ αὐτὸς, μὴ ἐξεῖναι δὲ αὐτῷ ἔλεγεν, ἔτι ζῶντος τοῦ πατρὸς, ᾧ φέρων ἑαυτὸν ὑπέταξας 1.403 πνευματικῶς, ἕτερον ἀνθαιρεῖσθαι, καὶ ταῦτα ἐν καιροῖς μάλιστα τοιούτοις, ὅτε βούλει μεταλλάξασθαι τὸν βίον καὶ πρὸς ἀγγελικὴν μετατάξασθαι πολιτείαν, ἐπεὶ καὶ διὰ βίου παντὸς τούτῳ χρῆσθαι δίκαιον διδασκάλῳ καὶ ὡς τῶν κρειττόνων τινὶ προσέχειν, ἀλλὰ μὴ ἁπλῶς οὕτω καὶ ἀπερισκέπτως ὑπὸ τοῦ τυχόντος τὰ τοιαῦτα μυσταγωγεῖσθαι. Τοιαῦτα γὰρ ἦν δεδιδαγμένος λέγειν. βασιλεὺς δὲ ἐδυσχέραινε μὲν οὐ μετρίως πρὸς τοὺς λόγους καὶ τὸν μέγαν δομέστικον ἐν αἰτίαις ἐποιεῖτο, ὑπ' αὐτοῦ φάσκων κωλύεσθαι σωτηρίας τυχεῖν. συνηγοροῦντος δὲ αὐτοῦ τοῖς εἰρημένοις ὑπὸ τοῦ πνευματικοῦ καὶ διαβεβαιουμένου μὴ παρεῖναι ἐκεῖνον, ᾧ δίκαιον τὰ τοιαῦτα ἐπιτρέπειν, ἔτι τε ἐπαγγελλομένου ὡς, εἴ ποτε ἐπανήξει, μηδὲν ἀναβαλλόμενος παρέσται, ἡσύχασε πεισθεὶς ὁ βασιλεύς. Βαρὺς δὲ, τῶν ἰατρῶν ὁ μάλιστα ἐμπειρότατος, δεινὰ ἐποιεῖτο καὶ οὐδὲ ἀνέξεσθαι ἐδόκει, εἰ βασιλεὺς ἀποστερήσοιτο τῆς σωτηρίας ἐν χρῷ κινδύνου καθεστὼς, ὑπὸ τοῦ μεγάλου δομεστίκου παραχθεὶς, ὥρμητό τε δῆλα βασιλεῖ ποιεῖν ὅσα τε περὶ τὸν πνευματικὸν πατέρα συσκευασθείη καὶ ὡς οὐδὲν ἂν εἴη κώλυμα, εἰ μὴ παρείη ὁ πνευματικὸς ἐκεῖνος, ἕτερον τὰ ὅμοια ποιεῖν, τῆς αὐτῆς ἐξουσίας ὑπὸ τοῦ παντουργοῦ πνεύματος πᾶσι πνευματικοῖς πατράσιν ἐξίσης κεχορηγημένης. συνιδὼν δὲ ὁ μέγας δομέστικος ὅ, τι βούλεται ὁ Βαρὺς, εἰς τὸ ἐξώτερον οἴκημα παραλαβὼν, «στοχάζομαί σε» εἶπε «βούλεσθαι βασιλέα παρακινεῖν τὸ μο 1.404 ναχῶν ἐνδῦναι σχῆμα ὑφ' ὅτου ἂν τύχοι πατρὸς πνευματικοῦ. σὺ δ' αὐτὸς καὶ τὴν ἀρχὴν εἰς τοῦτο παρώρμησας βασιλέα. τότε μὲν οὖν ἡ ἀπειρία καὶ ἡ ἄγνοια παρῃτήσατό σε μὴ κακῶς παθεῖν· ἂν δ' αὖθις τοῖς αὐτοῖς ἢ καὶ χείροσιν ἐπιχειρῇς, ἴσθι μὴ ἄνευ τιμωρίας ἀπαλλάξων. πρῶτον μὲν γὰρ οὐκ ἐξ ἀγορᾶς ἐστιν ὠνήσασθαι βασιλέα, ἂν τοῦ ὄντος ἀποστερηθῶμεν, ἔπειτα εἰ καὶ τοῦτ' ἐξῆν, ἀλλ' οὐκ ἂν τοιούτῳ γε ἐνετύχομεν τὰ πάντα βελτίστῳ. τοὺς γὰρ μέλλοντας τοσαύτην προστασίαν ἐγχειρισθήσεσθαι πραγμάτων ὁ τὰ πάντα προορώμενος θεὸς ἀναλόγους πρὸς τὸ τῆς ἀρχῆς μέγεθος δημιουργεῖ. ἄλλως τε, πόσοις τῶν νοσήμασι δεινοῖς παλαιόντων, ὑπὸ μὲν τῶν ἰατρῶν συμβέβηκεν ἀπαγορευθῆναι καὶ εἰς αὐτὸ τὸ ἔσχατον δοκοῦν κατηντηκέναι τῆς ζωῆς, ὑπὸ δὲ τοῦ τὰ πάντα οἰκονομοῦντος καὶ μετασκευάζοντος ᾗ βούλεται, ἀνεβίωσάν τε αὖθις καὶ ῥαΐσαντες οὐκ ἐλάσσω τῶν προτέρων ἔτη ἐπεβίωσαν; τί οὖν θαυμαστὸν, εἰ θεοῦ βουλομένου, τοιαῦτα παραπλήσια καὶ ἐπὶ τοῦ ἡμετέρου συμβήσεται βασιλέως; οὗ δὴ ἕνεκα σοὶ λέγω, ἠρεμεῖν καὶ μὴ βασιλέα παρενοχλεῖν, ἀλλ' ἐᾷν οὕτως ὅπως ἔχει σχήματος. κἂν μὲν θεὸς Ῥωμαίοις ἵλεων ἐπιβλέψας, τὸν σφέτερον χαρίσηται βασιλέα, αὐτῷ τε τὰς δυνατὰς ἀποδώσομεν εὐχαριστίας καὶ ἡμῖν αὐτοῖς ἀντὶ μεγίστης εὐτυχίας τὴν ὑγείαν λογιούμεθα βασιλέως· ἂν δ', ὃ μὴ γένοιτο, κρίμασιν οἷς οἶδεν αὐτὸς, ἐκ τῶν προσκαίρων καὶ ἐπι 1.405 γείων πρὸς τὰ βελτίω καὶ μονιμώτερα βασίλεια καταστήσῃ, δίκαιος ὢν κριτὴς καὶ καρδιῶν καὶ λογισμῶν ἐταστὴς, τήν τε πρόθεσιν κρινεῖ καὶ τῶν ἴσων ἀξιώσει γερῶν τοῖς μοναχοῖς, ὅτι μὴ προθέσει τῇ σφετέρᾳ, ἀλλ' ἀπατηθεὶς ἀπεστέρηται τοῦ τοιούτου καλοῦ.» Τοιαῦτα