142
ἀπῄει, τοὺς πολεμίους λαθών. τοῦ ζεύγους δὲ περιτραπέντος ἐν τῇ ὁδῷ, καὶ τῆς μητρὸς αὐτοῦ κινδυνευούσης ἀποθανεῖν, μικροῦ ἑαυτὸν διεχρήσατο. ἀνακτησάμενος ουν τὴν μητέρα καὶ θεραπείας ὡς ὁ καιρὸς ηπειγεν ἀξιώσας, ἐβάδιζε συντονώτερον πρὸς Μασάδαν τὸ ερυμα. ἐν τῷ μέσῳ δὲ καὶ πρὸς Πάρθους διώκοντας μαχεσάμενος καὶ πρὸς ̓Ιουδαίους αυθις ἐπιθεμένους αὐτῷ, ἐνίκησε καὶ ἐκράτησε. τοῦ μέντοι πλήθους τοῦ συνεπομένου αὐτῷ πολλοῦ οντος, τοῦ δὲ τῆς Μασάδας φρουρίου, πρὸς 1.357 οπερ ἠπείγοντο, οὐκ ἐξαρκοῦντος απαντας ὑποδέξασθαι, τοὺς μὲν πλείους ἀπέλυσε, δοὺς σφίσιν ἐφόδια, οσοι δὲ ησαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους εχων εἰς τὸ ερυμα παραγίνεται. καὶ ἀφεὶς αὐτόθι τάς τε γυναῖκας καὶ τὴν θεραπείαν ἀρκοῦντα τὰ ἐπιτήδεια εχοντας, αὐτὸς ἐπὶ τὴν Πέτραν τῆς ̓Αραβίας ἐξώρμησεν. εωθεν δὲ τὰ μὲν αλλα τῶν ̔Ιεροσολυμιτῶν οἱ Πάρθοι διήρπαζον καὶ αὐτὰ τὰ βασίλεια, μόνων δὲ ἀπείχοντο τῶν ̔Υρκανοῦ χρημάτων, οντων εἰς ὀγδοήκοντα τάλαντα· καὶ τὴν χώραν δὲ ἐκάκουν οἱ Πάρθοι. ̓Αντίγονος μὲν ουν ουτω καταχθεὶς εἰς τὴν ̓Ιουδαίαν ̔Υρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. φοβούμενος δὲ τὸν ̔Υρκανὸν μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, ἀποτέμνει αὐτοῦ τὰ ωτα, τοῦ νόμου τοὺς ἱερᾶσθαι μέλλοντας ὁλοκλήρους ειναι κελεύοντος. Φασάηλος δὲ γνοὺς ἑαυτὸν μέλλοντα σφάττεσθαι, ἐπεὶ τὰς χεῖρας δεδέσμητο, πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἑαυτὸν μὲν ἐξήγαγε τοῦ βίου, τὴν δ' ἐκ τοῦ κτεῖναι αὐτὸν ἡδονὴν ἐστέρησε τὸν πολέμιον. πρὸ δέ γε τοῦ πάνυ ἐκλιπεῖν ἀκούσας ὡς διέδρα τοὺς πολεμίους ̔Ηρώδης ὁ ἀδελφός, εὐθύμως ἀπέθανε, καταλιπὼν ἐκδικητὴν καὶ τῶν ἐχθρῶν τιμωρόν. ̔Ηρώδης δὲ πρὸς Μάλχον τὸν ̓Αράβων εσπευδε βασιλέα, εὐεργετηθέντα πρόσθεν ὑπ' αὐτοῦ, ὡς παρ' αὐτοῦ ληψόμενος χρήματα εἰς λύτρον τοῦ ἀδελφοῦ· ουπω γὰρ ην τὰ κατ' ἐκεῖνον μαθών. ἀγγείλαντος δὲ τοῦ Μάλχου αὐτῷ διά τινων ἀναχωρεῖν, ὡς τῶν Πάρθων παραγγειλάντων μὴ δέχεσθαι αὐτόν, ἀπεκρίνατο μηδὲν ἐνοχλήσων ηκειν, διαλεξό1.358 μενος δὲ περὶ τῶν ἀναγκαιοτάτων. καὶ ταῦτα εἰπὼν ἀπῄει ἐπ' Αιγυπτον, καὶ ἀπιὼν τὰ κατὰ τὸν ἀδελφὸν ηκουσε. Μάλχῳ δὲ μετεμέλησε, καὶ εστειλε τοὺς ἀναστρέψοντας τὸν ̔Ηρώδην· ὁ δὲ πορρωτάτω ην. καὶ εἰς Αιγυπτον καταχθεὶς κἀκεῖθεν εἰς ̔Ρώμην ἀφικόμενος ̓Αντωνίῳ φράζει τὰ αὐτῷ καὶ τῷ Φασαήλῳ συμβεβηκότα, καὶ ὡς ̓Αντίγονος ὑπὸ Πάρθων εἰς τὴν βασιλείαν εἰσήχθη χρημάτων ὑποσχέσει καὶ γυναικῶν, καὶ ταλλα οσα εδρασέ τε καὶ επαθεν. ̓Αντώνιον δὲ οικτος εἰσέρχεται τῆς ̔Ηρώδου μεταβολῆς. καὶ Καῖσαρ δὲ διά τε αλλα καὶ χαριζόμενος ̓Αντωνίῳ τοῦ ̔Ηρώδου ὑπεραλγοῦντι πρὸς συνεργίαν ἑτοιμότερος ην. παραστησάμενοι ουν τῇ βουλῇ τὸν ̔Ηρώδην τάς τε τοῦ πατρὸς αὐτοῦ διεξῄεσαν εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς ̔Ρωμαίους ελεγον ευνοιαν· κατηγόρουν δὲ ̓Αντιγόνου, καὶ πολέμιον ὠνόμαζον καὶ αλλοθεν μὲν καὶ οτι παρὰ Πάρθων ελαβε τὴν ἀρχήν, τοὺς ̔Ρωμαίους ὑπεριδών. προσεπῆγε δὲ ὁ ̓Αντώνιος οτι καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον ̔Ηρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν πᾶσι τοῦτο ψηφίζονται. Καὶ ὁ μὲν ουτω τὴν βασιλείαν εἰλήφει, ̓Αντίγονος δὲ τὴν Μασάδαν ἐπολιόρκει διόλου. οἱ δὲ ἐντὸς αὐτῆς ἐσπάνιζον υδατος, ὡς καὶ τὸν ἀδελφὸν ̔Ηρώδου τὸν ̓Ιωσὴφ ἀποδρᾶναι βουλεύεσθαι σὺν διακοσίοις πρὸς Αραβας· ἀλλ' ἐπεσχέθη, γενομένου νυκτὸς ὑετοῦ. Βενδίδιος δὲ ὁ ̔Ρωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν, εἰς ̓Ιουδαίαν παρέβαλεν, ὡς συμμαχήσων δῆθεν τοῖς πολιορκουμένοις, τὸ δ' ολον ὡς παρὰ ̓Αντιγόνου χρηματισόμενος. ὁ μὲν ουν πληρώσας τὸ βούλημα ἀνεχώρησε, Σίλωνα δὲ μετὰ μέρους τῆς στρατιᾶς καταλέλοιπεν, ινα μὴ 1.359 γένηται τὸ λῆμμα κατάφωρον. ̔Ηρώδης δὲ ἐκ τῆς ̓Ιταλίας εἰς Πτολεμαΐδα καταπεπλευκὼς ηλαυνεν ἐπ' ̓Αντίγονον, δύναμιν ἀθροίσας. ἑλὼν δ' ἐν τῷ μέσῳ τὴν ̓Ιόπην, ινα μηδὲν ειη τοῖς ἐχθροῖς ερυμα, εσπευδεν εἰς Μασάδαν, τοὺς οἰκείους ῥυσόμενος· καὶ τούτους ἀναλαβὼν πρὸς τὰ ̔Ιεροσόλυμα ἐπορεύετο· συνῆν δὲ αὐτῷ καὶ τὸ μετὰ Σίλωνος στρατιωτικόν.