142
δυστράπελος Αιας. καὶ δυστράπελον ορυγμα, τὸ οὐκ εὐδιάλυτον. ∆ύσπαρι. ἐπὶ κακῷ ὠνομασμένε. οιον· ζήσας ὡς Πάρις δυσώνυμε. καὶ χωρίον δύσβατον. ουτω Ξενοφῶν. ∆ύστροσ. ὁ μάρτιος μήν. ∆υσχερήσ. κακοτέλεστος. ∆ύσχρηστοσ. κάκιστος, ὁ εἰς οὐδὲν ἀγαθὸν χρησιμεύων. delta.579 ∆υσφώρατοσ. ὁ δυσκόλως ἐλεγχόμενος. η ὁ μόλις φωραθῆναι δυνάμενος. ∆υσώνυμοσ. κακώνυμος. ∆υνάστησ. ὁ διάβολος. παρὰ τῇ θείᾳ γραφῇ. ∆αβίδ· ῥύσεται πτωχὸν ἐκ δυνάστου. ∆ύπτησ. κολυμβητής. παρὰ τὸ δύνειν ἑαυτὸν εἰς τὴν θάλασσαν. πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις. παρὰ τὸ δύω δύπτης, ὡς οπτω, οπτης καὶ ἐπόπτης. ∆υσπέφελοσ. ὁ δυσάρεστος, ὁ δυσπειθὴς, ὁ δυσκίνητος, ὁ χαλεπὸς, ὁ μεμψίμοιρος. ειρηται δὲ ἀπὸ μεταφορᾶς τῶν δυσπετούντων σιτίων. καὶ ὁ ̔Ησίοδος· εἰ δέ σε ναυτιλίης δυσπεφέλου ιμερος αἱρεῖ. (Θηλυκόν.) ∆ύη. ἡ κακοπάθεια. ἡ δυστυχία. ἀπὸ τοῦ δῶ τὸ δεσμῶ, ου παράγωγον δέω, ἀφ' ου δέοιμι. ἀπὸ τοῦ δέω ουν δύω, ὡς ῥέω, ῥύω καὶ ῥύσις. ἡ συνδεδεμένη τῷ πάσχοντι, η ῃτινι συνδέδεται τὶς κακοπάθεια. ∆υαί. ἐκ τοῦ δέω γίνεται δυὴ καὶ δυαί. ∆υαὶ μὲν Μενελάῳ ἀρηγόνες- ∆υάσ. παρὰ τὸ συνδεδέσθαι αλλῳ ἀριθμῷ τῷ ἑνί. τὸ γὰρ εν ἀπολελυμένον ἐστὶ παρὰ τὴν εσιν καὶ αφεσιν. ∆υνατήν. ἐνδεχομένην. ἡγήσασθαι δυνατὴν ὑπὸ ζυγίοις πορεύεσθαι ὁδόν. ∆υναστεία. ἡ ἰσχύς. delta.580 ∆ύναμισ. ἡ ἰσχύς. καὶ ὁ στρατός. συναχθείσης δυνάμεως θαυμαστῆς. δύναμίς ἐστι φυσικὴ αϋλος ἐνέργεια. δύναμις πάλιν ἐστὶν ενυλος ἐνέργεια. δύναμις πάλιν λέγεται καθ' εξιν, ὡς οταν ειπωμεν· τὸ παιδίον σπερματικόν ἐστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρόνον. ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ' εξιν στάχυς ἐστίν· εχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. δύναμις λέγεται ἡ μὲν κατ' ἐπιτηδειότητα, ἡ δὲ καθ' εξιν· κατ' ἐπιτηδειότητα, ὡς οταν ειπωμεν, τὸ παιδίον δυνάμει γραμματικὸν ειναι, καθὸ εἰ καὶ μὴ κέχρηται τῇ τέχνῃ, οὐ γινώσκει αὐτήν. ειρηται δὲ παρὰ τὸ διανύω η παρὰ τὸ δύνω· ἡδύνουσα καὶ πράττουσα καὶ διαιροῦσα τὸ ἀνθιστάμενον. ∆ύμη. πόλις. καὶ ∆υμαῖος ὁ πολίτης. ∆υοκαιδεκάτη καὶ δυοκαιδέκατοσ. δυωδεκάτη δὲ καὶ δυώδεκα μεγάλα. ∆ύσκλεια. ἡ ἀδοξία, η κακοδοξία, η ὁ ψόγος. ∆υσκολία. ἀπόκρισις περὶ τὰς διαλεκτικὰς ἀποκρίσεις· συλλογισμοῦ φθαρτική. ∆υσμή. παρὰ τὸ δέω, δεσμὸς, καὶ δύω, δυσμή· οτε συνδεῖται τῷ φωτὶ τὸ σκότος καὶ συνάπτεται. ∆υστροπία. ἡ κακότροπος γνώμη· ἡ κακοτροπία, ἡ κακουργία. ∆υσερμίασ. κακῆς ἀποτυχίας. ∆υσειρεσία. ἡ κακὴ κωπηλασία. ἀπὸ τοῦ ἐρέσσω τὸ κωπηλατῶ. ∆υσκολοκάμπτους ᾠδάσ. τὰς κεκλασμένας. delta.581 ∆υσμένεια. εχθρα, κακόνοια. καὶ δυσμενὴς, ὁ πολέμιος. ∆υσφημία. ἡ κακὴ ἀγγελία. ∆ύστοκοσ. ἡ δυσκόλως τίκτουσα. ∆υσστίβητοσ. ὁδὸς ἡ δυσπεριπάτητος. ∆υσβουλία. ἡ κακοβουλία. ∆υσκελάδου. κακοήχου. ∆υσπαλέας ῥίζασ. τὰς κακῶς ἀναδιδομένας. ἀπὸ τοῦ πάλλω. η δυσχερῶς γινομένας. ̓Απολλώνιος· οιον ἀμφί τε δυσπαλέας ῥίζας χθονὸς οια γυναῖκες. ∆υσπαίπαλοσ. τραχεῖα. ∆υσποτμία. ἡ δυστυχία. καὶ δυσποτμότερον, ἀθλιώτερον. ∆ύσοιμοσ. ἡ ὁδὸς ἡ ἐπὶ κακῷ αγουσα. ∆υάσ. παρὰ τὸ δύω δυάς· ωσπερ παρὰ τὸ μυ μυριὰς, καὶ τὸ χ χιλιάς. *∆υεῖν. δύναμις, γεωμετρικὸν ἐργαλεῖον. οθεν φασὶ καὶ τὰς κατὰ κιβωτὸν πήχεις τὰς τριακοσίας καὶ τὰς αλλας τοιαύτας. ητοι δυνάμεις ειναι τῶν τριακοσίων δυνάμεων, ἐχουσῶν ἐνακοσίας δυναμάδας πήχεις συνήθεις.* (Οὐδέτερον.) ∆υερόν. βλαβερόν. ∆υοῖν θάτερον. τὸ ετερον τῶν δύο. delta.582 ∆υῤῥάχιον. πόλις ̓Ηπείρου, ητις υστερον ἐκλήθη ̓Επίδαμνος, πάλιν νῦν καλουμένη ∆υῤῥάχιον. ὠνομάσθη δὲ ουτως, οτι κατὰ τὸν τόπον προεχούσης ακρας γεωλόφου καὶ τὸ κῦμα προσπίπτον καὶ σχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην· οθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον ουτως ὠνομάσθη. ∆ύσεργον. δυσχερὲς, δύσκολον. η δύσεργον ην τοῖς ἀῤῥωστοτέραν εχουσι τὴν ἑτέραν. ∆υσπάριτον. τὸ δυσπόρευτον. Ξενοφῶν· ἐρωτώμενος δ', εἰ ειη δυσπάριτόν τι χωρίον η αβατον. ∆υσπινῆ. τὰ ἐῤῥυπωμένα. ̓Αριστοφάνης· ἀλλ' ηδη τὰ δυσπινῆ θέλεις πεπλώματα. καὶ δυσπινεῖς στολάς. ∆υσπόριστον. δυσεύρετον. ∆υστέκμαρτον.