15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
καὶ τῷ ὄντι προσεικασθῆναι ἡμᾶς χρεών, εἶτα πρὸς αὐτὸ τὸ κεφάλαιον τοῦ καθ' ἡμᾶς δεσμοῦ τὸ ἓν ἐπαναδραμεῖν, καθ' ὃ δὴ μόνον μοῖρα τυγχάνομεν τοῦ θεοῦ. ὁ γὰρ θεὸς κυρίως μὲν ἕν, οὐ κυρίως δὲ νοῦς· ὁ γὰρ νοῦς εἰδῶν ἐστιν ὑποστάτης, εἶδος αὐτὸς τυγχά νων τὸ ἀμιγές, οὐ μὴν δὲ καὶ τῶν στερήσεων.
Εἰ δὲ νοῦς κυρίως ὁ θεός, αἱ στερήσεις πόθεν; εἰ μή που τὸν δημιουργὸν καὶ ὄντα νοήσομεν. ἀλλ' αἱ στερήσεις πολλαί, δεῖ οὖν πρὸ τῶν ἄλλων τὰς ἑνώσεις εἶναι καὶ τὰς ἑνά δας· διὸ δὴ πρὸ πάντων τὸ ἕν. Τὸ μὲν οὖν «μοῖραν εἶναι ἡμᾶς τοῦ θεοῦ» παρὰ τοῦ μεγάλου σοφῶς πάνυ ῥηθὲν ἀρκούντως πρὸς τὴν ἡμετέραν διεξωδεύθη δύναμιν, μᾶλλον δὲ συνεπτύχθη ἀνελιχθέν. ὁ δὲ τὰ πάντα χρυσοῦς ἐμοὶ λιβελλίσιος οὐ κατὰ τοὺς τραγικοὺς δαίμονας ἀπὸ μηχανῆς παρεισήχθη τῷ λόγῳ, ἀλλὰ κατὰ τὰ κρείττονα τῶν θείων πνευμάτων, προμηθείᾳ ὄντως τοῦ μόνως κρείτ τονος, κάλλιστον τῷ λόγῳ γέγονεν ἐπεισόδιον. οὗτος γὰρ τῷ τῆς φιλοσο φίας γένει τὴν ἑαυτοῦ ἐμβιβάσας ψυχὴν καὶ ἀπὸ τοῦ πολλὰ εἶναι εἰς τὸ ἓν ἀναλύσας, κάλλιστον γέγονε τῷ βίῳ τούτῳ θαῦμά τε καὶ διήγημα. τὴν γοῦν ἑνάδα ταύτην ἐν ἑαυτῷ τε κοινῶς καὶ ἐμοὶ τετήρηκε, δεσμὸν ἀμφοῖν εὑράμενος τὴν φιλίαν, ἥντινα δὴ θεὸς ἕνωσιν τῶν διῃρημένων ὥσπερ μηχανησάμενος εἰς ἓν ἄγει τὰ διεστηκότα καὶ συναιρεῖ τὰ πολλὰ καὶ τὸ πλῆθος ποιεῖ ἕν. ταύτῃ δὴ καὶ οὗτος χρησάμενος, πρῶτον μὲν τὰ ἑαυτοῦ μέρη ὁμολογοῦντα ἀλλήλοις πεποίηκεν, εἶτα δὴ ἰσοδύναμον ἐν ἑαυτῷ κἀμοὶ τὸν λόγον εὑράμενος, οὕτω συνέδησε πρὸς ἑαυτὸν καὶ συνέσφιγξεν, ὡς μὴ διῃρῆσθαι δοκεῖν, ἀλλ' ἔχεσθαι ἀλλήλων καρτερῶς τῇ δυνάμει τοῦ φιλοσόφου δεσμοῦ. διὰ ταῦτα πρὸς τοῦτον ἐγὼ καὶ πλεῖστα τῶν ἐμῶν συγγραμμάτων ὑπηγόρευσα, καὶ τὴν γλῶτταν, πρὸς ἄλλους ἐπέχων, πρὸς τοῦτον διελυσάμην καὶ πᾶσαν ἐμαυτοῦ δύναμιν ἀνεκάλυψα. κἀγὼ μὲν κατ' ἴσον ἐμαυτῷ τὴν τοῦ λόγου παραμετρῶ δύ ναμιν· ὁ δέ μοι καὶ μαθητιᾷ καὶ τοῦ ἐμοῦ γυμνασίου γίνεται καὶ τὸν ἐν ταύτῃ τῇ στοᾷ χορὸν τῷ καθ' ἑαυτὸν μέρει ἀναπληροῖ, Ἀριστοτέλης φοιτῶν παρὰ Πλάτωνα, ὃν ἐγὼ οὐκ ἂν ὡς ἐκεῖνος «πῶλον» κατονομάσαιμι πρὸς τὸν οἰκεῖον διδάσκαλον καταναιδευόμενον, «νοῦν» δὲ «τοῦ ἀκροατη ρίου» καὶ τοῦ Πυθαγορικοῦ τούτου ὁμακοείου αὐτὸ τὸ κεφάλαιον.
63 οθʹ. Εἰς τὸ «τοσοῦτον διὰ σὲ ἄνθρωπος, ὅσον γίνῃ σὺ δι' ἐκεῖνον θεός»
Περὶ τῆς θείας ἐνανθρωπήσεως ὁ λόγος· ὅσον γὰρ σὺ ὁ σπουδαῖος θεοῖς σεαυτὸν
καὶ ἀναβαίνεις ταῖς ἀρεταῖς καὶ τῇ εἰς θεὸν οἰκειότητι, τοσοῦτον πάλιν συγκαταβαίνεις τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ νοητῶς καὶ ἐννοεῖς ἀναλόγως τῆς θεώσεως, ἧς ἐκτήσω διὰ σπουδῆς, τὴν ἀνθρω πότητα τοῦ Χριστοῦ, καὶ οὕτως τοσοῦτον γινώσκεις ἐκεῖνον διὰ σὲ ἐνανθρωπήσαντα, ὅσον σὺ γίνῃ θεὸς δι' ἐκεῖνον, καὶ διὰ βίου σπουδαίου ἄνθρωπος γίνεται σοί, τουτέστιν, ὅσον θεωθῇς, τοσοῦτον ἐν τῇ σῇ γνώσει πίστει καταλαμβάνεται ἡ τοῦ Χριστοῦ ἀνθρωπότης.
64 πʹ. Εἰς τὸ «θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος» Ἐπειδὴ καὶ ὁ μέγας οὗτος ἐτόλμησε πατὴρ τῶν ἀνεφίκτων ἐφάψασθαι, ὡς αὐτὸς δήπου τῷ λόγῳ παραδηλοῖ, τολμητέον ἄρα καὶ ἡμῖν τὴν ἐκείνου τόλμαν διερευνῆσαι. κλίμακα γάρ τινα λογικὴν ὑποθέμενος, εἰπεῖν δὲ καὶ τεχνικήν, δι' ἧς ἡμεῖς τε ἄνιμεν πρὸς τὸ θεῖον, κἀκεῖνο πρὸς ἡμᾶς ἐμφαν τάζει τὴν κάθοδον, ἀπὸ τοῦ ἀλήπτου ἀρξάμενος ἐς τὴν ἡμετέραν κατέληξε θέωσιν, μᾶλλον δὲ διὰ τοῦ ἀλήπτου ἡμᾶς πρὸς τὸ