142
προσφέρεις· ἀλλὰ πᾶσαν εἰς κόρον ἀρδεύεις τὴν οἰκουμένην· ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. "Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." 80.1356 Ὁ δὲ Σύμμαχος εὐκτικῶς τὰ τρία τέθεικεν· 80.1356 Ἐπίσκεψαι τὴν γῆν, καὶ ποτιεῖς αὐτὴν, πολυκαρπίᾳ πλουτίσεις αὐτὴν, ὀχετοῖς Θεοῦ μεστοῖς ὑδάτων· Τὴν δὲ πάλαι ἄκαρπον οἰκου μένην, εὔκαρπον ὁμοῦ καὶ πολύκαρπον ἀνέδειξεν ὁ ∆εσπότης, τοῖς θείοις ὀχετοῖς τὴν ἀρδείαν προσενεγ κών. Ὀχετοὶ δὲ Θεοῦ πλήρεις ὑδάτων τίνες ἂν εἶεν ἕτεροι, ἢ οἱ θεῖοι ἀπόστολοι; περὶ ὧν ὁ ∆εσπότης ἔφη Χριστός· "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκτῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδα τος ζῶντος·" καὶ πάλιν, "Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλ' ἔσται τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον." Καὶ ποτα μὸς δὲ τοῦ Θεοῦ, κατὰ τοὺς Ἑβδομήκοντα, ἡ χάρις τοῦ Πνεύματος, ἡ εἰς ὀχετοὺς διαιρουμένη, καὶ τούτῳ μὲν τὸν λόγον τῆς σοφίας προχέουσα, ἑτέρῳ δὲ χορηγοῦσα τὴν γνῶσιν, ἄλλῳ δὲ τῶν ἰαμάτων χάρισμα, καὶ ἄλλῳ γένη γλωσσῶν, καὶ διὰ τούτων τὴν οἰκουμένην ἀρδεύουσα. "Ἡτοί μασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία." Ὁ δὲ Σύμμαχος οὕτως, Τελεσφορήσεις τὴν παν σπερμίαν αὐτῆς, οὕτως ἥδρασας αὐτήν. Τῆς γὰρ προτέρας αὐτὴν πλάνης ἐλευθερώσας [καὶ ἐν τοῖς εὐσεβέσι δόγμασι βεβαιώσας], τοὺς τῆς ἀρε τῆς παρασκευάσεις τελεσφορῆσαι καρπούς· οἵ σε μὲν εὐφρανοῦσι, τοὺς δὲ βλαστάνοντας διαθρέψουσι. Κατὰ γὰρ τοὺς Ἑβδομήκοντα, ὁ φυόμενος καρπὸς, αὐτῶν ἐστι τῶν φυόντων τροφή· "Ἡτοίμασας γὰρ, φησὶ, τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου." Ἐπὶ τούτῳ, φησὶ, φέρειν αὐτοὺς τὸν καρπὸν παρεσκεύασας, ὥστε διὰ τούτου τρέφεσθαι. ιαʹ. "Τὰς αὔλακας αὐτῆς μέθυσον." Ἐντεῦθεν δῆλον, ὅτι πρόῤῥησίς ἐστι μελλόντων, καὶ οὐ γεγε νημένων διήγησις. "Πλήθυνον τὰ γεννήματα αὐ 80.1357 τῆς." Ἐπίμεινον, φησὶ, ∆έσποτα, καθάπερ τινὰς αὔλακας, τοὺς λογισμοὺς αὐτῶν ἄρδων, καὶ εἰς καρποφορίαν διεγείρων. "Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα." Εὐφρανοῦσι δὲ αὐτὴν, καὶ ἀνθῆσαι παρασκευάσουσιν, αἱ κατὰ και ρὸν παρὰ τῶν διδασκάλων φερόμεναι ψεκάδες. ιβʹ. "Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου." Ἐνιαυτὸς χρηστότητος, ὁ παρὰ Ἡσαΐᾳ κληθεὶς ἐνιαυτὸς Κυρίου δεκτός· "Πνεῦμα γὰρ, φησὶ, Κυρίου ἐπ' ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέ σαι ἐνιαυτὸν Κυρίῳ δεκτόν." Ἐνιαυτὸν τοίνυν χρηστότητος, τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σω τῆρος ἡμῶν ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσφέροντα τὴν εὐσέβειαν. Τούτῳ τὴν εὐλογίαν ὁ προφητικὸς ἐπεύχεται λόγος. "Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος. [ιγʹ] Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου· καὶ ἀγαλ λίασιν οἱ βουνοὶ περιζώσονται." Ταύτης δὲ τῆς χρηστότητος ἐπιφαινομένης, ἡ πάλαι ἔρημος ὥριμον δώσει καρπόν. Καὶ οἱ ταῖς τῶν δαιμόνων θυσίαις μιαινόμενοι βουνοὶ, τοὺς τὸν Θεὸν διηνεκῶς ὑμνοῦν τας, καὶ τὸν ἀγγελικὸν ἀσπαζομένους βίον ὑποδεξά μενοι, λαμπροί τινες ἔσονται καὶ περίβλεπτοι. Τοῖς δὲ λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ. Ὁρῶμεν γὰρ συντρέχοντας ἅπαντας πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας, καὶ τὴν ἀκροτάτην ἀρετὴν μετιόντας. ιδʹ. "Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων." Κριοὺς προβάτων καὶ Ἰεζεκιὴλ ὁ προφήτης τοὺς 80.1360 δυνατοὺς ὀνομάζει. Ἀλλ' ἐκεῖνος κατηγορεῖ, ὅτι τὴν καλὴν νομὴν ἐνέμοντο, καὶ τὴν λοιπὴν τοῖς ποσὶ κατεπάτουν· καὶ τὸ καθαρὸν ὕδωρ ἔπινον, καὶ τὸ λοιπὸν τοῖς ποσὶ συνετάραττον. Ἐνταῦθα δὲ, ἀγαθὰ καὶ τούτοις θεσπίζεται. Λέγει γὰρ αὐ τοὺς ἐνδύεσθαι καὶ ἀμφιέννυσθαι· τὴν δὲ τοῦ ἐνδύματος φύσιν ὁ θεσπέσιος λέγει Παῦλος. "Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χρι στὸν ἐνεδύσασθε." Ἐπειδὴ γὰρ ἁλιέας τὴν ἀρχὴν, καὶ χειροτέχνας, καὶ πενίᾳ συζῶντας ὁ ∆εσπότης Χριστὸς ἐξελέξατο, προθεσπίζει τοῦ Πνεύματος ἡ χάρις, καὶ τῶν πλουτούντων καὶ