142
ἐνώπιον αὐτοῦ. τὰ δὲ τῆς ἐκκλησίας ὅπως ἔχει χαλεπῶς, ἀκουτίζεταί σοι πάντως, καὶ οἷα τιμωρητήρια γέγονεν ἐπὶ τῶν ἀδελφῶν τῆς καθ' ἡμᾶς ἀδελφότητος, ὧν εἷς ἴσα μαρτύρων ἐξεδήμησε πρὸς Κύριον. ἵνα δὲ γινώσκῃς, ὅτι καὶ ὁ Φλουβουτῆς ὥσπερ ὁ Μηδικιώτης ἀνέσφηλεν· καὶ ὁ μὲν κρατεῖται, ὁ δὲ ἀπανεχώρησε τῆς μονῆς κλαίων τὴν ἧτταν. δοίη Κύριος τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων· πλὴν ὅτι ὁ Ἰωσὴφ παρρησίαν εἴληφεν εἰς τὸν κρατοῦντα καὶ διωγμῶν αἴτιος γίνεται ὡς πάλαι. Προσειπεῖν ἀξίωσον τοὺς ὑπὸ τὴν ἱεράν σου πλευρὰν τελοῦντας· σὲ οἱ σὺν ἐμοὶ πλεῖστα προσφθέγγονται. 198 {1Τιμοθέῳ τέκνῳ}1 Ὡς καλὴ ἡ ἐπιστολή σου, τέκνον ἠγαπημένον, πίστει τε καὶ ἀγάπῃ τῇ πρὸς τὴν ταπείνωσιν ἡμῶν κατηγλαϊσμένη. καί γε δοξάζω τὸν Κύριον ἐπὶ τῇ ἀμεταθέτῳ σου διαθέσει, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῇ εὐλαβείᾳ καὶ εὐδοκιμότητί σου, ὅτι καὶ δίχα τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου ὢν διαβιοῖς μετὰ τῶν ἀδελφῶν σου ἀσφαλῶς, κιχρῶν ἑαυτὸν ἐν τοῖς ἀναγκαίοις ἅπασιν. εἰς τί δὲ οἱ ἔπαινοι, οὕς μοι ἀναφέρεις, οὐκ οἶσθα ὅτι ἔρημός εἰμι παντὸς ἀγαθοῦ; ὅλως καὶ τοῦτο τοῦ φιλικοῦ σου τρόπου αἴτιον. Μᾶλλον οὖν, ἀδελφέ, προσεύχου ἀφέμενος τοὺς λόγους, καὶ μάλιστα ἄρτι, ὁπότε πῦρ ἀσεβείας κατεμπιπρῶν τὴν ἐκκλησίαν, ἡνίκα μαρτυρικοὶ ἀγῶνες, τοὺς μὲν αἱρουμένους καὶ εὐσεβοῦντας ἀθλητὰς Χριστοῦ ἀπεργαζόμενοι, ὥσπερ Θαδδαῖον τὸν ἅγιον ἀδελφὸν ἡμῶν, εἴ τινας ἄλλους, τοὺς δὲ φυξήλιδας, λιποταξίου αἰσχύνην προξενοῦντας, ὥσπερ Λουκιανὸν τὸν ἐλεεινὸν ἀδελφὸν ἡμῶν, εἴ τινας ὁμοτρόπους. παρακαλῶ σε οὖν, τέκνον μου ἠγαπημένον, ἐμπαράσκευον εἶναι καὶ μὴ δοκεῖν σε ἀπείραστον διαμένειν ὡς μακράν που διιστάμενον. ἥξει ὡς οὐ δοκοῦμεν ἡ ἁρπαγή, ἐπειδὴ καὶ θεὸς ἕκαστον δοκιμάζει ὡς ἐν πυρὶ καὶ ὁ κρατῶν πλέον τῶν ἄλλων βρέμει ἐφ' ἡμῖν διά τε τὰ προλαβόντα καὶ τὴν περισσοτέραν ἔνστασιν· τίς γὰρ ἄλλος ἐν ὑποτακτίταις ἄρτι ἐναθλῶν πλὴν τῶν ἡμετέρων ἢ τί ὁ ἐν αἵματι τελειωθεὶς πλὴν Θαδδαίου τοῦ μάρτυρος; Στερεοῦ οὖν, παρακαλῶ, οὐ μόνον σεαυτόν, ἀλλὰ γὰρ καὶ τοὺς σὺν σοὶ ἀδελφοὺς καὶ τέκνα μου, ἵνα, κἂν μὴ ἔλθῃ τὰ τοιαῦτα, μάρτυρες τῇ προαιρέσει εἴημεν. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 199 {1Βασσιανῷ τέκνῳ}1 Ἔμαθον οἷα συνέβη ἐπὶ τῶν ἀδελφῶν, ὦ τέκνον, καὶ ὡς αὐτὸς ἐναπέμεινας, μὴ ἐπιζητηθείς, ὅπερ οὐκ εἰς ἧττάν σου, ἀλλ' εἰς οἰκονομίαν παρὰ θεοῦ γεγενημένον. πλὴν ἐμπαράσκευος ἔσο· οὐκ οἶδας γὰρ ποίᾳ ὥρᾳ κελεύει σε ὁ θεὸς παραστῆναι τοῖς κολασταῖς. μὴ οὖν δειλιάσῃς τῇ περὶ τὸν Λουκιανὸν πτώσει καὶ τῇ τῶν ἄλλων δειλοκοπίᾳ· ἀμφότεροι γὰρ κατὰ τὰς ἁμαρτίας μου ἐλεεινοί, ἀπαρασκεύαστοι, εὐάλωτοι τῷ διαβόλῳ, φειδοῖ τῆς σαρκὸς ἀπολέσαντες τὰ αἰώνια· οὓς ἐγειρεῖ Χριστὸς ἐκ νεκρῶν διὰ τῆς ἀξιολόγου μετανοίας. σὺ οὖν ὡς καλὸς στρατιώτης Χριστοῦ συγκακοπάθησον τοῖς συνάθλοις σου, μεθ' ὧν καὶ ἠσφαλίσθης, μεθ' ὧν καὶ κατελογίσθης· τίνων τούτων; Θαδδαίου τοῦ ἁγίου μάρτυρος, ∆ωροθέου καὶ Βησσαρίωνος καὶ Ἰακώβου, τοῦ νεολέκτου στρατοῦ τοῦ Χριστοῦ. ἐξῆλθεν (ὃ καὶ ἐλεεινὸν εἰπεῖν καὶ ἀληθὲς λέξαι) Ἰούδας καὶ ἀντεισῆλθεν Ματθίας. Μὴ οὖν φοβηθῇς τὰς βασάνους τῶν ἀνόμων, ὅτι θεὸς ὁ συγκουφίζων τοὺς πόνους, ὁ συντυπτόμενος. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, ὡς γέγραπται, τοῖς ἀδελφοῖς σου· μὴ οὐκ ἰσόσαρκοί σου καὶ ὁμοιοπαθεῖς; ἀλλ' ὅτι, φησίν, ἐγὼ οὐ καθαρὸς ὡς ἐκεῖνοι· ἀλλὰ διὰ τοῦτο μᾶλλον οἰστέον, ἵνα διὰ τοῦ οἰκείου αἵματος καθαρισθῶμεν, ὡς χιὼν λευκανθησόμενοι καὶ σύμμορφοι Χριστῷ γενησόμενοι. Ἔστω ὁ θεὸς βοηθός σοι, ὦ καλὸν τέκνον μου· μνημόνευέ μου τοῦ ταπεινοῦ ἐν τοῖς πόνοις σου. 200 {1∆υσὶν ἀδελφαῖς Εἰρήνῃ καὶ Καλῇ}1 Πονῶν εἰμι περὶ τῆς τιμιότητος ὑμῶν ἅτε ὡς ἰδιαζουσῶν, ἀλλὰ μὴν καὶ ὡς εὐσεβουσῶν ἐν τῇ τῆς παρθενίας φυλακῇ καὶ τῇ τῆς ὀρθοδοξίας κατοχῇ, καὶ τρίτον ὡς εὐεργετουσῶν ἡμᾶς πάντοτε. διὰ τοῦτο, μηδὲν ἔχων ἀνταπόδομα, τὸν λόγον προσφέρω. ἡλίκον ὑμῶν τὸ ἔργον, ὅτι οὔτε