1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

142

τὸν πρωτοκούρσορα αὐτοῦ ἠρώτα αὐτούς, τίνος ἐπιτρέψαντος τοῦτο πεποίηκαν; οἱ δὲ εἶπον, ὅτι κατὰ συνήθειαν οἱ γραμμισταὶ τοῦτο πεποίηκαν. ὁ δὲ δῆμος καὶ οἱ ὄχλοι ἔκραζον· "φιλανθρώπου δεσπότου πολλὰ τὰ ἔτη." οἱ δὲ γραμμισταὶ ἐρωτηθέντες διὰ τί τοῦτο πεποίηκαν; ἔφησαν, ὅτι "τοῦ βασιλέως τέκνα ὀνομασθέντα ὑπὸ πάντων, ἡμεῖς ἀφ' ἑαυτῶν τοῦτο πεποιήκαμεν." ὁ δὲ Πρίσκος φόβῳ συνεχόμενος τὴν ἀγανάκτησιν ἐδειλία τοῦ βασιλέως. τῶν δὲ ὄχλων κραζόντων φιλανθρωπευθῆναι αὐτοῖς, συνεχώρησεν ὁ Φωκᾶς· ἔκτοτε οὖν ὁ Πρίσκος μηνιάσας οὐκ ἦν ἐν ὀρθότητι μετὰ Φωκᾶ. γυνὴ δέ τις ὀνόματι Πετρωνία γίνεται τῇ βασιλίσσῃ Κωνσταντίνῃ ὡς ἀντὶ διακόνου πρὸς Γερμανὸν ἐκ Κωνσταντίνης τὰς ἀποκρίσεις ποιουμένη· τῆς δὲ φήμης πλατυνομένης Θεοδόσιον ζῇν, τὸν υἱὸν τοῦ Μαυρικίου, ἐλπίδας ἀγαθὰς ἥ τε Κωνσταντῖνα καὶ ὁ Γερμανὸς εἶχεν ἐπὶ τούτῳ· ἡ δὲ ἀνοσία Πετρωνία τῷ τυράννῳ ταῦτα κατάδηλα πεποίηκεν. ὁ δὲ τύραννος Κωνσταντῖναν Θεοπέμπτῳ τῷ ἐπάρχῳ 295 πρὸς βάσανα ἔδωκεν· ἡ δὲ βασανιζομένη Ῥωμανὸν τὸν πατρίκιον γινώσκειν τὰ παρ' αὐτῶν λαλούμενα ὡμολόγησεν. οὗτος δὲ κατασχεθεὶς καὶ ἐξετασθεὶς συγκατέθετο καὶ ἄλλους εἶναι συνεργοὺς αὐτοῦ πρὸς τὴν τοῦ τυράννου ἐπιβουλήν. κατεσχέθη δὲ καὶ Θεόδωρος, ὁ τῆς ἀνατολῆς ἔπαρχος, ὃν ὁ τύραννος βουνεύροις μαστίζων ἀνεῖλεν· Ἐλπιδίου τε τὰς χεῖρας καὶ τοὺς πόδας κόψας τῷ πυρὶ τοῦτον παρέδωκεν, τόν τε Ῥωμανὸν ἀπεκεφάλισεν, τὴν δὲ Κωνσταντῖναν σὺν ταῖς τρισὶ θυγατράσιν ἐν τῷ μώλῳ Εὐτροπίου, ἔνθα καὶ Μαυρίκιος ἀνῃρέθη, ξίφει ἀπέτεμεν, τὸν Γερμανὸν δὲ καὶ τὴν τούτου θυγατέρα ἐν τῇ Πρώτῃ νήσῳ στόματι μαχαίρας ἀπέκτεινεν, ὁμοίως καὶ Ἰωάννην καὶ Τζίταν καὶ Πατρίκιον καὶ Θεοδόσιον, τὸν τὴν σουβαδιουβᾶ περικείμενον ἀξίαν, καὶ Ἀνδρέαν τὸν Σκόμβρον καὶ ∆αυίδ, τὸν χαρτοφύλακα τῶν Ὁρμίσδου. Τῷ δ' αὐτῷ χρόνῳ οἱ Πέρσαι τὸν Εὐφράτην περάσαντες πᾶσαν τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ᾐχμαλώτευσαν πολλὴν ἅλωσιν ἐν τοῖς Ῥωμαίοις ποιήσαντες. Κόσμου ἔτη ϛρʹ. Τῆς θείας σαρκώσεως ἔτη χʹ. Ῥωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. ϛʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κʹ. Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. ηʹ. Τούτῳ τῷ ἔτει ὁ Πρίσκος μὴ ὑποφέρων ὁρᾷν τούς τε ἀδίκους φόνους καὶ τὰ κακὰ τὰ ὑπὸ Φωκᾶ γινόμενα ἔγραψε πρὸς Ἡράκλειον, τὸν πατρίκιον καὶ στρατηγὸν Ἀφρικῆς, ὥστε ἀποστεῖλαι Ἡράκλειον, τὸν υἱὸν αὐτοῦ, καὶ Νικήταν, τὸν υἱὸν Γρηγορᾶ τοῦ πατρικίου καὶ ὑποστρατήγου αὐτοῦ, ὅπως ἔλθωσι κατὰ τοῦ τυράν296 νου Φωκᾶ· ἤκουε γὰρ μελετωμένην ἐν τῇ Ἀφρικῇ κατὰ Φωκᾶ ἀνταρσίαν· ὅθεν οὐδὲ τὰ πλοῖα τῆς Ἀφρικῆς ἐν τούτῳ τῷ χρόνῳ ἀνέβαλον. ἀπέκτεινε δὲ Φωκᾶς πᾶσαν τὴν συγγένειαν Μαυρικίου καὶ Κομεντίολον, τὸν στρατηγὸν τῆς Θρᾴκης, καὶ ἄλλους πολλοὺς ἀνηλεῶς. ἐγένετο δὲ ἐν τῷ χρόνῳ τούτῳ καὶ θανατικὸν καὶ σκνιπία παντὸς εἴδους. οἱ δὲ Πέρσαι ἐξῆλθον σὺν τῷ Καρδαρίγᾳ καὶ παρέλαβον τὴν Ἀρμενίαν καὶ τὴν Καππαδοκίαν, καὶ πολεμήσαντες ἔτρεψαν τὰ τῶν Ῥωμαίων στρατεύματα· καὶ παρέλαβον τὴν Γαλατίαν καὶ τὴν Παφλαγονίαν· καὶ ἦλθον μέχρι Χαλκηδόνος λυμαινόμενοι ἀφειδῶς πᾶσαν ἡλικίαν. καὶ οἱ μὲν Πέρσαι ἔξω τῆς πόλεως ἐτυράννουν Ῥωμαίους· Φωκᾶς δὲ ἔνδον τὰ χείρονα αὐτοῖς ἐποίει φονεύων καὶ αἰχμαλωτίζων. Κωνσταντινουπόλεως ἐπίσκοπος Σέργιος ἔτη κθʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. ϛραʹ. χαʹ. ζʹ. καʹ. αʹ. αʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει ἀτακτήσαντες οἱ Ἀντιοχεῖς Ἑβραῖοι στάσινἐποιήσαντο κατὰ Χριστιανῶν καὶ ἀποσφάττουσιν Ἀναστάσιον, τὸν μέγαν πατριάρχην Ἀντιοχείας, βαλόντες τὴν φύσιν αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ· καὶ μετὰ τοῦτο σύραντες αὐτὸν ἐπὶ τὴν Μέσην ἐφόνευσαν καὶ πολλοὺς τῶν κτητόρων καὶ ἔκαυσαν αὐτούς. ὁ δὲ Φωκᾶς ἐποίησε κόμητα ἀνατολῆς Βώνοσον καὶ Κοττανᾶν