Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ
συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.
ἐπιστολῇ φησι· ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένον εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· 4.20.129.4 ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος 4.20.129.5 τῆς πίστεως σωτηρίαν ψυχῶν. διὸ καὶ Παῦλος καυχᾶται διὰ Χριστὸν γεγονέναι ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. 4.21.130.1 Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς ἐγκρατὴς καὶ ὡς ἐργάτης 4.21.130.2 καὶ ὡς μάρτυς καὶ ὡς γνωστικός· πάντα δὲ ὁμοῦ τέλειος οὐκ οἶδ' εἴ τις ἀνθρώπων, ἔτι ἄνθρωπος ὤν, πλὴν μόνον ὁ δι' ἡμᾶς ἄνθρωπον ἐνδυσάμενος. καίτοι <καὶ> κατὰ νόμον ψιλόν τις ἂν εἴη τέλειος, ὃς ἀποχὴν κακῶν ἐπαγγέλλεται· ὁδὸς δέ ἐστιν αὕτη ἐπί τε τὸ εὐαγγέλιον 4.21.130.3 ἐπί τε τὴν εὐποιίαν. ἀλλὰ νομικοῦ μὲν τελείωσις γνωστικὴ εὐαγγελίου πρόσληψις, ἵνα γένηται ὁ κατὰ νόμον τέλειος· οὕτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα 4.21.130.4 κατὰ τὸν ἀπόστολον πλήρωμα νόμου τὸν Χριστόν. ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικός, οὐ βαθμῷ χρησάμενος τῷ νόμῳ μόνον, συνιεὶς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς 4.21.130.5 διαθήκας δεδωκὼς κύριος. εἰ δὲ καὶ πολιτεύσαιτο ὀρθῶς (ὥσπερ οὖν ἀδύνατον δυσεργείᾳ γνῶσιν ἐπακολουθεῖν) μάρτυς τε ἐπὶ τοῖσδε ὀρθότατα ὁμολογήσας δι' ἀγάπην γένοιτο, πλείονα τὴν ἀξίαν ὡς ἐν ἀνθρώποις λαμβάνων. οὐδ' οὕτως φθάσει τέλειος ἐν σαρκὶ κληθείς, ἐπεὶ τὴν προσηγορίαν ταύτην προείληφεν ἡ συμπεραίωσις τοῦ βίου, φθάσαντος ἤδη τοῦ γνωστικοῦ μάρτυρος τὸ τέλειον ἔργον ἐνδείξασθαι καὶ παραστῆσαι κυρίως δι' ἀγάπης γνωστικῆς εὐχαριστηθέντος 4.21.131.1 αἵματος παραπεμπομένου τὸ πνεῦμα. μακάριος δ' ἔνθεν ἂν εἴη τέλειός τε ἐν δίκῃ κηρυχθείη, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ὥς φησιν ὁ ἀπόστολος· μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. 4.21.131.2 χρὴ γὰρ τοὺς σπεύδοντας εἰς συντελείωσιν κατὰ τὸν αὐτὸν ἀπόστολον μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν, ἀλλ' ἐν παντὶ συνι4.21.131.3 στάναι ἑαυτοὺς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. ἔστω δὲ κατ' ἐπακολούθημα πείθεσθαι καὶ τοῖς ἀνθρώποις· καὶ γὰρ τούτοις εὔλο4.21.131.4 γον διὰ τὰς ἐπηρεαζούσας βλασφημίας. ἡ δὲ διασύστασις ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, ἵνα ὦμεν ναοὶ θεοῦ καθαρισθέντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς 4.21.131.5 καὶ πνεύματος· κἀγώ, φησίν, εἰσδέξομαι ὑμᾶς καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος 4.21.131.6 παντοκράτωρ. ἐπιτελῶμεν οὖν, φησίν, ἁγιωσύνην ἐν φόβῳ θεοῦ. εἰ γὰρ καὶ λύπην ὁ φόβος γεννᾷ, χαίρω λέγει, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου 4.21.131.7 λύπη θάνατον κατεργάζεται. ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι. 4.21.132.1 Ταῦτα γνωστικῆς ἀσκήσεως προγυμνάσματα. ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς