1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

143

ἀπέκειτο, τουτέστιν ἡ γνῶσις τῶν ἀπορρήτων. καὶ μὴ λέγε· Ἠσέβη- σεν εἰς τοὺς σοφοὺς κρύψας αὐτὰ ἀπ' αὐτῶν. μὴ γένοιτο τοῦτο ὑπολα- βεῖν. οὐ γὰρ ἠσέβησεν, ἀλλ' ἐπειδὴ ἀπέκρυπτον τὴν γνῶσιν τῆς βα- σιλείας καὶ οὔτε αὐτοὶ εἰσῆλθαν οὔτε τοῖς βουλομένοις εἰσελθεῖν παρ- έσχον, τούτου ἕνεκεν κατὰ τὸ δίκαιον, ὡς ἀπέκρυψαν αὐτοὶ τὰς ὁδοὺς ἀπὸ τῶν θελόντων, οὕτω καὶ ἀπ' αὐτῶν ἀπεκρύβη τὰ ἀπόρρητα, ἵνα ὡς ἐποίησαν, ὁμοίως καὶ αὐτοῖς γένηται καὶ ᾧ μέτρῳ ἐμέτρησαν, με τρηθῇ αὐτοῖς τῷ ἴσῳ. τῷ γὰρ ἀξίῳ τὸ γνῶναι ὃ μὴ οἶδεν ὀφείλεται, τοῦ δὲ μὴ ἀξίου (κἂν δοκῇ ἔχειν) ἀφαιρεῖται (κἂν ἐν τοῖς ἄλλοις ᾖ σοφός) καὶ δίδοται τοῖς ἀξίοις (κἂν ἐν τοῖς χρόνοις τῆς μαθητείας ὦσιν νήπιοι). εἰ δέ τις ἐρεῖ· Oὐδὲν ἦν ἀπόκρυφον τοῖς υἱοῖς Ἰσραὴλ διὰ τὸ γεγράφθαι· «Oὐδέν σε ἔλαθεν, Ἰσραήλ· μὴ γὰρ εἴπῃς, Ἰακώβ· Ἀπε- κρύβη ἡ ὁδὸς ἀπ' ἐμοῦ», συνιέναι ὀφείλει τις ὅτι τὰ διαφέροντα τῇ βασιλείᾳ ἀποκέκρυπτο ἀπ' αὐτῶν, ἡ δὲ εἰσφέρουσα εἰς τὴν βασιλείαν ὁδός, ἥτις ἐστὶν πολιτεία, οὐκ ἀποκέκρυπτο. διὰ τοῦτο γὰρ καὶ λέγει· «Μὴ γὰρ εἴπῃς ὅτι ἀπεκρύβη ἀπ' ἐμοῦ ἡ ὁδός». ὁδὸς δὲ ἡ πολιτεία ἐστὶν τῷ καὶ τὸν Μωυσῆν λέγειν· «Ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου». καὶ ὁ διδάσκαλος συμφώνως εἶπεν· «Eἰσέλθετε διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, δι' ἧς εἰσελεύ- σεσθε εἰς τὴν ζωήν». καὶ ἀλλαχοῦ που, ἐρωτήσαντός τινος· «Τί ποιή- σας ζωὴν αἰώνιον κληρονομήσω;» τὰς τοῦ νόμου ἐντολὰς ὑπέδειξεν. ἐκ δὲ τοῦ εἰπεῖν τὸν Ἠσαίαν ἐκ προσώπου τοῦ θεοῦ· «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν» οὐ παρὰ τοῦτο καὶ ὁ Ἠσαίας ἄλλον παρὰ τὸν ἐγνωσμένον δημιουργὸν ᾐνίσσετο θεόν, ἀλλὰ τὸν ἐγνω- σμένον ἄγνωστον ἔλεγεν ἑτέρῳ αἰνίγματι, ὡς τὴν διάθεσιν τὴν δικαίαν τοῦ ἐγνωσμένου θεοῦ ὁ λαὸς ἀγνοῶν ἡμάρτανεν καὶ ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ κριθήσεσθαι οὐχ ὑπελάμβανεν. διὰ τοῦτο μετὰ τὸ εἰπεῖν· «Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν» ἐπαγαγὼν λέγει· «Oὐαὶ ἔθνος ἁμαρ- τωλόν, λαὸς πλήρης ἁμαρτιῶν». τῇ γὰρ πρὸς τὸ δίκαιον αὐτοῦ ἀγνωσίᾳ (ὡς ἔφην) μὴ φοβούμενοι πλήρεις ἐγένοντο ἁμαρτιῶν, μόνον ἀγαθόν (ὡς μὴ ἐπεξερχόμενον αὐτῶν τὰς ἁμαρτίας) εἶναι ὑπειληφότες. καί τινες μὲν οὕτως ἡμάρτανον ἐκ τῆς διὰ τὸ ἀγαθὸν ἀκρίτου ὑπολήψεως, ἕτεροι δὲ ἐκ τῶν ἐναντίων. τὰς γὰρ κατὰ τοῦ θεοῦ τῶν γραφῶν φωνάς, ἀδίκους οὔσας καὶ ψευδεῖς, ἀληθεῖς ὑπολαμβάνοντες τὴν ὄντως αὐτοῦ θειότητα καὶ δύναμιν οὐκ ᾔδεισαν. διόπερ ὡς ἀγνοοῦντος αὐτοῦ καὶ φόνοις χαίροντος καὶ θυσιῶν δώροις τοὺς πονηροὺς ἀφιέντος, ἔτι δὲ καὶ ἀπατῶντος καὶ ψευδο μένου καὶ πάντα ἄδικα ποιοῦντος, αὐτοὶ ὡς ὅμοια θεοῦ ποιήσαντες, ἁμαρτά- νοντες ἰσχυρίζοντο εὐσεβεῖν. διὸ καὶ ἀμετάθετοι εἰς τὸ κρεῖττον ἦσαν καὶ νουθετούμενοι οὐκ ἐπεστρέφοντο. οὐ γὰρ ἐφοβοῦντο, ὡς τῷ θεῷ διὰ τῶν τοιούτων πράξεων ἐξομοιούμενοι. πρὸς δὲ τοὺς τοιοῦτον αὐτὸν νομίζοντας εἶναι εὐλόγως ἄν τις λέγοι εἰρῆσθαι· «Oὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, ὡς οὐδὲ τὸν υἱόν τις οἶδεν εἰ μὴ ὁ πατήρ». καὶ εἰκότως. εἰ γὰρ ἠπίσταντο, οὐκ ἂν ταῖς ὄντως πρὸς πειρασμὸν κατὰ τοῦ θεοῦ γραφείσαις βίβλοις πιστεύοντες ἡμάρτανον. ἀλλὰ καὶ ἀλλαχῆ που λέγει, θέλων σαφέστερον