143
σκευάσας δ' αὐτῷ τὴν ψυχὴν ἐκ τοῦ μὴ ὄντος, αἴσθησίν τε πένταθλον αὐτῷ χαρισάμενος καὶ νοῦν τὸν τῆς ψυχῆς ἡνίοχον ταῖς αἰσθήσεσιν ἐπιστήσας. Καὶ ἐπὶ πᾶσι τούτοις, δέσποτα Κύριε, τίς ἐπαξίως διηγήσεται νεφῶν ὀμβροτόκων φοράν, ἀστραπῆς ἔκλαμψιν, βροντῶν πάταγον, εἰς τροφῆς χορηγίαν καταλλήλου καὶ κρᾶσιν ἀέρων παναρμόνιον; Παρακούσαντα δὲ τὸν ἄνθρωπον ἐμμίσθου ζωῆς ἐστέ ρησας, οὐκ εἰς τὸ παντελὲς ἀφανίσας, ἀλλὰ χρόνῳ πρὸς ὀλίγον κοιμίσας, ὅρκῳ εἰς παλιγγενεσίαν ἐκάλεσας, ὅρον θανάτου ἔλυσας, ὁ ζωοποιὸς τῶν νεκρῶν διὰ Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν. Μέγας εἶ, Κύριε παντοκράτορ, καὶ μεγάλη ἡ ἰσχύς σου καὶ τῆς συνέσεώς σου οὐκ ἔστιν ἀριθμός· κτίστα, σωτήρ, πλούσιε χάρισιν, μακρόθυμε καὶ ἐλέους χορηγέ, ὁ μὴ ἀφιστῶν τῶν σῶν κτισμάτων τὴν σωτηρίαν· φύσει γὰρ ἀγαθὸς ὑπάρχεις, φείδῃ δὲ ἁμαρτανόντων, εἰς μετάνοιαν προσκαλούμενος· οἰκτίρμων γὰρ σοῦ ἡ νουθέτησις. Πῶς γὰρ ἂν ὑπέστημεν ἐπειγομένην ἀπαιτούμενοι κρίσιν, ὁπότε μακροθυμούμενοι μόλις ἀνανεύομεν τῆς ἀσθενείας; Σοῦ τὸ κράτος ἀνήγγειλαν οἱ οὐρανοὶ καὶ γῆ κραδαινομένη τὴν ἀσφάλειαν ἐπ' οὐδενὸς κρεμαμένη. Θάλασσα κυμαινομένη καὶ μυρίαν βόσκουσα ζóων ἀγέλην πεπέδηται ἄμμῳ, τὴν σὴν βούλησιν πεφρικυῖα, καὶ πάντας ἀναγκάζει βοᾶν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.» Καὶ στρατὸς ἀγγέλων φλεγόμενος καὶ πνεύματα νοερὰ λέγουσιν· «Eἷς ἅγιος τῷ Φελμουνί», καὶ Σεραφὶμ ἅγια ἅμα τοῖς Χερουβὶμ τοῖς ἑξαπτερύγοις σοι τὴν ἐπινίκιον ᾠδὴν ψάλλοντα ἀσιγήτοις φωναῖς βοῶσιν· «Ἅγιος, ἅγιος ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου», καὶ τὰ ἕτερα τῶν ταγμάτων πλήθη, ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαί, ἐξουσίαι, δυνάμεις, ἐπιβοῶντα λέγουσιν· «Eὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.» Ἰσραὴλ δέ, ἡ ἐπίγειός σου Ἐκκλησία ἡ ἐξ ἐθνῶν, ταῖς κατ' οὐρανὸν δυνάμεσιν ἁμιλλωμένη νυκτὶ καὶ ἡμέρᾳ ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ ψάλλει· «Τὸ ἅμρα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων, Κύριος ἐν αὐτοῖς ἐν Σιναΐ, ἐν τῷ ἁγίῳ.» Oἶδεν οὐρανὸς τὸν ἐπὶ μηδενὸς αὐτὸν καμαρώσαντα ὡς λιθόκυβον, καὶ γῆν καὶ ὕδωρ ἑαυτοῖς ἑνώσαντα, καὶ ἀέρα διαχέαντα ζῳοτρόφον, καὶ τούτῳ πῦρ συμπλέξαντα εἰς θάλπος καὶ σκότους παραμυθίαν· ἐκπλήσσει χορὸς ἀστέρων τὸν ἀριθμήσαντα σημαίνων καὶ τὸν ὀνομάσαντα