κύματα, τὸ παφλάζοντα, τὸ κυρτά, τὸ φαληριόωντα. ἔχει δὲ καὶ χάριν ἰδίαν τὰ ὀνόματα, τὸ παφλάζοντα πρὸς τὸν ἦχον, τὸ κυρτά πρὸς τὸ πολὺ τοῦ ὄγκου, τὸ φαληριόωντα πρὸς τὸ χρῶμα, οἱονεὶ τὰ λευκανθίζοντα τῷ ἀφρῷ καθὰ χαλκῷ μαρμαίρουσιν Ἕλληνες. Φάλιον γὰρ τὸ λευκόν, ἐξ οὗ καὶ οἱ φάλοι καὶ τὰ φάλαρα, καὶ ἡ παρὰ Λυκόφρονι φαληριῶσα σπίλος, τουτέστι λευκὴ νῆσος. ∆ηλοῖ δέ, φασίν, ἡ παραβολὴ τὴν πολλὴν καὶ σφοδρὰν καὶ συνεχῆ καὶ μετὰ ἤχου τῶν πολεμίων ἐπέλευσιν. Ὅτι δὲ ἡ βροντὴ καὶ τὸ μίσγεσθαι καὶ τὸ παφλάζειν καὶ ὁ φλοῖσβος ὠνοματοπεποίηνται οἰκείως τοῖς ὑποκειμένοις πράγμασι, δῆλόν ἐστι. (ῃ. 800) Τὸ δὲ «ἀρηρότες» δοκεῖ ῥηθῆναι πρὸς τὸ «μίσγεται», ἵνα καθάπερ ἀνέμων ἄελλα θαλάσσῃ μίσγεται, οὕτω πως ἔχοιεν ἐπ' Ἀχαιοῖς καὶ οἱ Τρῶες κατὰ τὸ ἀρηρέναι. (ῃ. 802) Ὅτι φθάσας μὲν πλατεῖαν ἐποίησεν Ὅμηρος παραβολὴν ἐξ εἰκασίας τῆς κατὰ τὸν Ἄρην, ἐνταῦθα δὲ συγκατεπείγων τὴν φράσιν τοῖς ἐκ πυκνῶν κυμάτων εἰκασμένοις πράγμασι λέγει οὕτω συντόμως «Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ», ὡς οἷά τι πρωτόκυμα. (ῃ. 803-8) Ὅτι ἡ τοῦ Ἕκτορος πάντοσεἴση ἀσπὶς ῥινοῖσιν ἦν πυκινή, «πολλὸς δ' ἐπελήλατο χαλκός, ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ», ὅθεν ἴσως καὶ κορυθαιόλος καὶ κορυθάϊξ λέγεται, «πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι». Καὶ αὐτὸς μὲν οὕτω διέκειτο, «ἀλλ' οὐ σύγχει», ἤγουν οὐ συνέχεε, 3.556 «θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν», ἀλλὰ δηλονότι κοσμίως καὶ εὐκρινῶς, ὅ ἐστιν εὐτάκτως, εἶχον, εὖ διακρίνοντες ἑαυτοὺς κατὰ τὸ «Ἀχιλλεὺς στῆσεν ἐϋκρίνας», ὅπερ ἐναντίον ἐστὶ τῷ συγχέειν, καθὰ καὶ τῇ συγχύσει ἡ ἁπλῶς εὐκρίνεια. (ῃ. 807) Τὸ δὲ «ὑπασπίδια προβιβῶντι» ἐκ τῶν τοῦ ∆ηϊφόβου παρεποιήθη. ἐκεῖ μὲν γὰρ ἔφη οὕτω «κοῦφα προβιβὰς καὶ ὑπασπίδια προποδίζων», ἐνταῦθα δὲ ἐναλλάξας φησὶν «ἐπειρᾶτο προποδίζων», εἶτα ἐπάγει «ὑπασπίδια προβιβῶν». δι' ὧν οὐ πάνυ σφοδρὰ δηλοῦται κίνησις Ἕκτορος, ὁποία τις εὐθὺς δηλοῦται κατωτέρω ἐν τῷ «μακρὰ βιβάσθων», ὅ φησιν ἐπὶ Αἴαντος. (ῃ. 804) Ἰστέον δὲ ὅτι ὁ ἔξω ἐπεληλαμένος, ὡς ἐρρέθη, χαλκὸς ἐξήλατον ὑποβάλλει νοεῖν καὶ τὴν τοῦ Ἕκτορος ἀσπίδα, ὁποία καὶ ἡ τοῦ Σαρπηδόνος προϊστόρηται. (ῃ. 809-12) Ὅτι τὸν Ἕκτορα Αἴας πρῶτος προκαλέσσατο, «μακρά», ὡς ἐρρέθη, «βιβάσθων», λέγων «δαιμόνιε, σχεδὸν ἐλθέ. τί ἢ δειδίσσεαι», ὅ ἐστιν ἐκφοβεῖς, «αὕτως Ἀργείους; οὔ τί τοι μάχης ἀδαήμονές εἰμεν», ἤγουν ἐσμέν, «ἀλλὰ ∆ιὸς μάστιγι κακῇ δάμημεν Ἀχαιοί». ὅπερ εἴποιεν ἄν τινες πρὸς ἐχθρὸν ἀπειλούμενον, ὃν οὐ πτοοῦνται. (ῃ. 815- ) Εἶτα εἰπών, ὡς «ἦ θήν πού τοι θυμός», ἤγουν ὄντως δήπου σοι ἡ ψυχή, «ἐέλπεται ἐξαλαπάξειν νῆας, ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν», ὃ καὶ παροιμιῶδές ἐστιν ἐπὶ τῶν ἑαυτοῖς θαρρούντων ἀμύνειν, ἐπάγει στοχαστικῶς καὶ ὡς ἐν σχήματι προαναφωνήσεως, ὅτι τε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμή, τουτέστιν ἡ ὑμετέρα, «χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε», καὶ ὅτι «σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁππότε φεύγων ἀρήσῃ θεῷ θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, οἵ σε πόλινδε οἴσουσιν κονίοντες πεδίοιο». Παρέλαβε δὲ ἱέρακας εἰς τὸν λόγον διὰ τὴν τοῦ ὀρνέου ταχυπέτειαν. Ὅρα δὲ τὸ τοῦ Αἴαντος σῶφρον. προκαλεῖται μὲν γὰρ αὐτὸς τὸν Ἕκτορα, οὐ λέγει δὲ περὶ ἑαυτοῦ ὡς οὐκ ἔστι μάχης ἀδαήμων, ἀλλὰ τοῖς Ἀχαιοῖς κοινοποιεῖται τὸν ἔπαινον. (ῃ. 810) Ἐν δὲ τοῖς ἐκτεθειμένοις τὸ μὲν σχεδόν, ὅ ἐστιν ἐγγύς, ἐξ οὗ καὶ τὸ σχέδην ἐπίρρημα καὶ ἡ σχεδία ναῦς καὶ ὁ σχέδιος λόγος καὶ τὸ κοινῶς καλούμενον σχεδάριον, ὃ 3.557 σχεδίων λόγων ἐστὶν ἐδάφιον, δὶς κεῖται διὰ τὸ καίριον. Τὸ δὲ δειδίσσεσθαι οἱ μεθ' Ὅμηρον καὶ παθητικῶς λέγουσιν, ἵνα, ὥσπερ ὁ αἰκιζόμενος καὶ ὁ αἰτιώμενος καὶ ὁ μεμφόμενος, οὕτω καὶ ὁ δεδισσόμενος διχῶς νοεῖται, δηλῶν ποτὲ μὲν τὸν ἐκφοβοῦντα, ποτὲ δὲ τὸν φοβούμενον. (ῃ. 812) ∆ιὸς δὲ μάστιγα τὴν θεομηνίαν φησίν. ὅθεν ἴσως καὶ Σοφοκλῆς λαβὼν τὸν παρ' αὐτῷ μαστιγοφόρον Αἴαντα ἐπέγραψε. (ῃ. 814) Τὸ δὲ «ἄφαρ» ὅτι ἐκ τοῦ ἅπτω ἅψω ἧφα γίνεται, καὶ ὅτι Αἰολικῶς ψιλοῦται, δηλοῦται καὶ ἑτέρωθι. (ῃ. 815) Τὸ δὲ «πολὺ