1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

143

γενεαλογοῦσι δ' αὐτὸν οὕτως, ὥς φησιν ὁ ∆ιόδωρος, οἱ πολλοὶ τῶν συγγραφέων, ὧν εἷς καὶ Θεόπομπος. Κάρανος Φείδωνος τοῦ Ἀριστοδαμίδα τοῦ Μέροπος τοῦ Θεοστίου τοῦ Κισσίου τοῦ Τημένου τοῦ Ἀριστομάχου τοῦ Κλεαδάτους τοῦ Ὕλλου τοῦ Ἡρακλέους. ἔνιοι δὲ ἄλλως, φησί, γενεαλογοῦσι, φάσκοντες εἶναι Κάρανον Ποίαντος τοῦ Κροίσου τοῦ Κλεοδαίου τοῦ Εὐρυ βιάδα τοῦ ∆εβάλλου τοῦ Λαχάρους τοῦ Τημένου, ὃς καὶ κατῆλθεν εἰς Πελοπόννησον. Οὗτος ὁ Κάρανος λʹ ἔτη ἐβασίλευσε· μεθ' ὃν Κοῖνος παῖς ἔτη κηʹ. μετὰ δὲ τοῦτον ὁ υἱὸς Κάρανος ἔτη λʹ Τυριμμᾶς ἔτη μεʹ, καὶ τὴν λοιπὴν τῆς Μακεδονίας προσελάβετο χώραν καὶ καθ' ὅλου τὴν βασιλείαν ηὔξησεν. εἶτα Ἀργεῖος παῖς Τυριμμᾶ ἔτη λδʹ, μεθ' ὃν Φίλιππος υἱὸς Ἀργείου ἔτη λεʹ. πρὸς οἷς Ἀλκέτας ὁ Φιλίππου υἱὸς ἔτη ***, εἶτ' Ἀμύντας υἱὸς Ἀλκέτου ἔτη ***, ἑξῆς Ἀλέξανδρος Ἀμύντου. Οὗτος κατὰ τὴν Ξέρξου διάβασιν Πέρσαις ἔδωκεν ὕδωρ καὶ γῆν. οὗτος ἔσχε βʹ υἱούς, Περδίκκαν καὶ Ἀμύνταν, ὧν Περδίκκας μὲν ἐβασίλευσεν ἔτη ***, Ἀμύντας δὲ πάντα τὸν βίον ἰδιωτικῶς ζήσας κατέλιπεν υἱὸν Ἀριδαῖον, οὗ παῖς γέγονεν Ἀμύντας ἕτερος ὁμώνυμος τῷ πάππῳ, περὶ οὗ 317 ἑξῆς λεχθήσεται, πῶς ἐπὶ τὴν βασιλείαν παρῆλθε. μετὰ γὰρ Περδίκκαν Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιδʹ, πρὸς ὃν καὶ Εὐριπίδης τρα γῳδοποιὸς παραγενηθεὶς πάντα τὸν χρόνον διῆξε τιμώμενος παρ' αὐτῷ. Ἀρχελάου δ' ἀναιρεθέντος διεδέξατο τὴν βασιλείαν Ὀρέστης υἱὸς αὐτοῦ ἔτη δʹ. ὃν ἀνεῖλεν Ἀερόπας ἐπίτροπος καὶ ἐβασίλευσε μετ' αὐτὸν ἔτη δʹ. μεθ' ὃν Ἀμύντας ἔτος αʹ βασιλεύσας ὑπὸ Μακεδόνων ἐξεβλήθη. καὶ Ἀμύντας ὁ προρρηθεὶς καθείρχθη, υἱὸς μὲν Ἀριδαίου τοῦ υἱοῦ Ἀμύντουτοῦ Ἀλεξάνδρου, καθ' ὃν, ὡς προείρηται, γέγονεν ἡ Ξέρξου διάβασις ἐπὶ τὴν Ἑλλάδα. Ἀμύντου τοίνυν τούτου βασιλεύσαντος ἔτη ιβʹ διεδέξατο τὴν ἀρχὴν Ἀλέξανδρος υἱὸς αὐτοῦ πρῶτος ἔτος αʹ. μετὰ δὲ τοῦτον Πτολεμαῖος ἦρξεν ὁ λεγόμενος Ἀλωρίτης, ἀλλότριος τοῦ γένους, ἔτη ***. τοῦτον ἀνελὼν Περδίκκας υἱὸς καὶ αὐτὸς Ἀμύντου, ἔτη κγʹ κρατήσας τῆς βασιλείας Μακεδόνων, δεόντως τε ἅπαντα πράξας καὶ κατὰ τάξιν, μεγίστην πασῶν τῶν κατὰ τὴν Εὐρώπην ἀναδείξας τὴν Μακεδόνων ἀρχήν, οὗτος τοὺς περὶ τὴν χώραν ἅπαντας ἐδουλώσατο πο λεμίους, βουληθεὶς καὶ αὐτοὺς Ἕλληνας ὑπὸ χεῖρα ποιήσασθαι, μεγάλην κτησάμενος δύναμιν καὶ Τριβάλλους ὑποτάξας. ἐπ' αὐτοῦ Πλάτων μὲν τελευτᾷ καταγηράσας, Ἀριστοτέλης δ' ὁ Σταγειρίτης Νικομάχου παῖς ἤνθει, οὗ καὶ ἀκροατὴς γέγονεν Ἀλέξανδρος ὁ Φιλίππου τούτου παῖς ἐξ Ὀλυμπιάδος γαμετῆς, ἣν Ἕλληνές φασιν ἐξ Ἀχιλλέως τοῦ Θέτιδος φέρειντὸ γένος. Φίλιππος οὗτος πρὸ μικροῦ χρόνου τῆς τελευτῆς τὸ Βυζάντιον ἐπολιόρ κησε· συμμαχούντων δὲ Βυζαντίοις Ἀθηναίων διὰ Χάρητος στρατηγοῦ ἀποτυχὼν ὁ Φίλιππος ἐπὶ Χερρόνησον χωρεῖ, καὶ ταύτην λαβὼν ἐπανῆλθε. τότε καὶ Ἀθηναίοις σπένδεται βασιλεύσας, ὡς προλέλεκται, ἔτη κγʹ, καὶ ἀναιρεθεὶς ὑπὸ Παυσανίου κατὰ τὴν ριʹ ὀλυμπιάδα ἀρχομένην, καθ' ἣν 318 Ἀλέξανδρος παῖς ἐβασίλευε Μακεδόνων. μετὰ γὰρ τὸν πατέρα Φίλιππον ἀναδέδεικται κατὰ τὸ αʹ ἔτος ∆αρείου Ἀρσάμου Περσῶν βασιλέως μετὰ Κῦρον γεγονότος. Μέχρι τοῦ νῦν τῆς ἀρχῆς Ἀλεξάνδρου γίνεται χρόνος ἀπὸ μὲν αʹ ὀλυμπιάδος καὶ αὐτῆς ἀρχομένης, καθ' ἣν Ῥωμύλος Ῥώμην κτίζει, ἔτη υκʹ, ἀπὸ δὲ Τροίας ἁλώσεως ἔτη ωʹ. Ἀλέξανδρος οὖν εἰκοστὸν ἄγων ἔτος κατὰ ∆έξιππον πᾶσαν ἄσκησιν ἠσκημένος σωματικήν, αὐτοῦ τε γνησιώτατος Ἀριστοτέλους γεγονὼς τοῦ δαιμονιῶντος φοιτητής, ἐπὶ τὴν πατρῴαν παρῆλθε βασιλείαν. καὶ πρῶτον μὲν Θρᾴκης καὶ Ἑλλάδος ἁπάσης πλὴν Λακεδαίμονος μόνης κρατήσας, εἰς τὴν μεγάλην Ἀσίαν διὰ τὸν Περσικὸν περαιοῦται πόλεμον, ἐν Γρανικῷ τε ποταμῷ πρότερον καταγωνισάμενος τῶν Περσικῶν στρατευμάτων, ἔπειτα καὶ ἐν Ἰσσῷ τῆς Κιλικίας αὐτῷ πολεμεῖ ∆αρείῳ, καὶ τελευταῖον εἴσω χωρεῖ τῆς Ἀσσυρίας. καταλαβὼν δὲ ∆αρεῖον ὑπὸ Βησσᾶ τινος τῶν ἀρχόντων ἀναιρεθέντα θάπτει μεγαλοπρεπῶς, ἔχων