143
τοῦ μεγάλου δομεστίκου εἰρηκότος, ὁ Βαρὺς οὐ καθεκτὸς ἦν, ἀλλ' οὐ περιόψεσθαι ἔφασκε βασιλεῖ οὕτως ἐν ἐσχάτοις κινδύνοις ὄντι μὴ τὴν δυνατὴν βοήθειαν εἰσενεγκεῖν· οὐ μόνον ὡς ἰατρὸς ὢν, εἰ μὴ τὰ δέοντα παραινέσει, τὰς ἐσχάτας τίσων δίκας, ἀλλ' ὅτι καὶ ὅρκοις πρὸς βασιλέως κατελήφθη ἔνδηλα αὐτῷ ποιῆσαι τἀληθῆ περὶ ἑαυτοῦ. νυνὶ δὲ ἤδη οὐδενὶ τρόπῳ βασιλέως ἐν τοῖς ζῶσιν ἐσομένου, τί χρὴ τῆς ψυχῆς τῆς σωτηρίας ἀμελεῖν ἐλπίσι κεναῖς αἰωρουμένους; Τοιαῦτα λέγοντι Βαρεῖ καὶ ἤδη ὡρμημένῳ βασιλεῖ δῆλα ποιεῖν ὁ μέγας δομέστικος ἠπείλησεν ἀποκτενεῖν, εἰ μὴ παύοιτο τοιαῦτα δρῶν. εἰδώς τε αὐτὸν δειλότατον ὄντα καὶ θορυβῆσαι διανοηθεὶς, ἐξαγαγὼν ἔξω, τοῖς παροῦσι Ῥωμαίων εἶπεν· «Ἄνδρες Ῥωμαῖοι, ἰατρὸς οὑτοσὶἐμοὶ μὲν πείθεσθαι βούλεται οὐδαμῶς, ἑαυτῷ δὲ πεποιθὼς ὡς δή τις ὢν τῶν τε τὰ ὄντα καὶ τὰ ἐσόμενα εἰδότων, ὥρμηται ἡμῖν τὸν βασιλέα μονάζοντα ἐκ βασιλέως ἀποδεῖξαι. εἰ δὴ τὰ πραττόμενα ὑμῖν κατὰ γνώμην, εἰδείητε ἂν αὐτοί.» οἱ δ' αὐτίκα περιστάντες τὸν ἰατρὸν, ἐθορύβησάν τε οὐ μετρίως καὶ καινήν τινα αὐτῷ ἠπείλησαν ἰδέαν ἐξευρήσειν θανάτου, 1.406 εἰ μὴ παύοιτο τοιούτοις ἐγχειρῶν. ὁ δὲ ἔδεισέ τε καὶ ἐπείθετο τοῖς ἀπειλοῦσι. βασιλεὺς δὲ, καίτοι τοῦ νοσήματος αὐξανομένου καὶ προσθήκην οὐ μικρὰν ὁσημέραι δεχομένου, ὅμως εἶχεν ὑγιῶς τὰς φρένας καὶ οὐδὲν ὑπὸ τοῦ νοσήματος, καίτοι περὶ τὴν κεφαλὴν ὄντος, παρεβλάπτετο· καὶ τὸν πνευματικὸν πατέρα συνεχῶς ἀνεκαλεῖτο καὶ ἐρωτικῶς εἶχεν ἀτόπως περὶ τὸ Ναζιραίων σχῆμα, τῷ τε παρόντι ἐπέτρεπε πνευματικῷ τὸ ἔργον· οὐδὲν εἶναι λέγων θαυμαστὸν, εἰ ἀπόντος ἐκείνου τοῦ συνήθους, αὐτὸς τὰ ἴσα δρῴη. ὁ δὲ ἀνεβάλλετό τε ἰσχυρῶς καὶ ἔφασκεν οὐκ ἐγχειρήσειν, εἰ μὴ βούλοιτο καὶ αὐτῆς ἱερωσύνης ἐκπεσεῖσθαι, ὡς ἐκθέσμως καὶ παρανόμως ἐγχειρῶν τοῖς ἱεροῖς. οὕτω γὰρ εἶναι τοῖς θείοις πατράσι νενομοθετημένον. ὁ δ' ἐπείθετο μὲν, βαρέως δὲ ἤνεγκε τοῦ σχήματος τὴν ἀποτυχίαν. σιωπήσας δὲ ἐπὶ μικρὸν καὶ τῶν τε πεπλημμελημένων εἰς ἔννοιαν ἐλθὼν καὶ ὡς πάντων ἐκείνων ὑφέξει δίκας ἐπὶ τοῦ ἀδεκάστου καὶ φρικτοῦ δικαστηρίου, δάκρυά τε ἠφίει τῶν ὀφθαλμῶν καὶ ἐθρήνησεν αὑτὸν ἐφ' ἱκανόν. εἶτα τῇ περὶ αὐτὸν ἐπέσκηπτε θεραπείᾳ τελευταίας ἐντολὰς, καὶ ὥρκιζεν αὐτοῖς τὸν θεὸν, ὡς ἐπειδὰν ἀναλύσαντα τοῦ σώματος ἐπὶ τῷ ὁσίας ἀπάγωσιν ἀξιῶσαι, ἐπὶ τὴν μεγάλου δομεστίκου οἰκίαν ἀγαγόντας πρῶτον, καὶ καταθέντας χρόνον τινὰ, οὕτως ἐκεῖθεν ἀραμένους, ὑπὸ λίθον κατακρύψαι, ὡς ἂν γένοιτο πᾶσι καταφανὲς, ὡς οὐδ' 1.407 αὐτὸς ὁ τῶν τῇδε πάντων θάνατος ἐπιλανθάνεσθαι ποιῶν, ἴσχυσεν αὐτοῦ τὴν πρὸς ἐκεῖνον φιλίαν ἀμβλῦναι. οἱ μὲν οὖν παρόντες ἐθρήνησάν τε ἐπὶ τοῖς λεγομένοις καὶ τὴν ὑπερβολὴν ἐθαύμασαν τῆς πρὸς ἀλλήλους αὐτῶν φιλίας, ὅτι καὶ ἄχρι τελευτῆς οὕτως ἐν ἀκμῇ διετηρήθη. ιζʹ. Μετὰ τοῦτο δὲ ὁ βασιλεὺς τὸν μέγαν δομέστικον μετακαλεσάμενος «οἶδα μὲν» εἶπεν «ὦ φίλων ἄριστε, σαφῶς, ὡς ἡ νῦν ἡμέρα οὐ μόνον ἀποφράδος πάσης ἐχθίων σοι φανεῖται, ἀλλὰ καὶ μεγάλας οἴσει τὰς δυσχερείας καὶ περιστάσεις. ἀνάγκη γὰρ πρός τε τὴν πρόνοιαν τῆς ἀρχῆς μερίζεσθαι Ῥωμαίων, δεδοικότι μὴ διὰ τὴν ἐμὴν τελευτὴν τῶν καθεστηκότων τι κινηθῇ, καὶ πρὸς τὴν ἐμὴν ἀποστέρησιν οὐδεμίαν ὑπερβολὴν ἀθυμίας ἀπολείπειν, λογιζόμενον εἰκότως ὅτι τὸν πάνυ φίλτατον καὶ ὃν οὔτε χρόνος ὁ πάντ' ἀποῤῥέειν καὶ ἀπανθεῖν ποιῶν, οὔθ' ἡ τῶν πραγμάτων ἄστατος καὶ ἀβέβαιος φύσις, οὔτ' ἀνάγκη τις οὐδεμία τῆς σῆς ἴσχυσε φιλίας ἀποστῆσαι κἂν πρὸς βραχὺ, νῦν ὁ καὶ αὐτῆς φύσεως ἰσχυρότερος θάνατος ἐπελθὼν ἀποτέμνει τε καὶ διαζεύγνυσιν ἀνημέρως· καὶ σὲ μὲν ἀπολείπει σῶμα χωρὶς ψυχῆς, ἐμὲ δὲ ἀνενέργητον ψυχὴν παραλαμβάνει πικρῶς ὀδυνωμένην τὴν διάζευξιν. ἀλλὰ τί ἄν τις πάθοι; στέργειν γὰρ ἀνάγκη τοὺς παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως κειμένους θεσμούς. οὐ μὴν 1.408 ἀλλ' ἐπειδὴ τὸ λειπόμενον ὀλίγον τῆς ζωῆς, τοῖς ἄλλοις πᾶσι χαίρειν εἰπὼν, ἐπὶ τῆς κλίνης ἀνακλίθητι τῆς ἐμῆς καὶ τὴν σοὶ φιλτάτην κεφαλὴν τοῖς γόνασιν ἐπίθες καὶ χεῖρας ἐπίβαλε τοῖς ὀφθαλμοῖς. ἴσως τοῦτο παραμυθίαν τινὰ προξενήσει τῇ ψυχῇ τοῦ