143
καὶ ἐκτὸς ἐστρατοπεδεύσατο· οἱ δ' ἐντὸς ἀπὸ τοῦ τείχους μαχόμενοι ἀνεῖργον αὐτοὺς ἀπὸ τῶν πύργων. καὶ ὁ Σίλων δὲ τῶν οἰκείων στρατιωτῶν τινας καταβοᾶν τοῦ ̔Ηρώδου ἐποίησε διὰ σπάνιν τῶν ἀναγκαίων, ἐκίνει τε τὸ στρατόπεδον ὡς ἀναχωρήσων. ταῦτα δ' ἐποίει τὸν ̓Αντίγονον διὰ τὴν δωροδοκίαν αἰδούμενος. ̔Ηρώδης δὲ ἠξίου μένειν αὐτόν, καὶ ἐξορμήσας πλῆθος ἐπιτηδείων ἐκόμισεν, ωστε μηκέτι ὑπολιπεῖν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν. καὶ οἱ μὲν ἐν ἀφθόνοις ησαν, ̔Ηρώδης δὲ παραγενόμενος εἰς Σαμάρειαν ἐκεῖ τήν τε μητέρα καὶ τοὺς αλλους οἰκείους κατέθετο, αὐτὸς δὲ ἐπὶ Γαλιλαίαν ῳχετο. καὶ προσάγεται πᾶσαν αὐτὴν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων. ην δὲ τὰ σπήλαια ἐν ορεσι πάντῃ ἐξερρωγόσι καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα. καὶ τούτων δὲ δυσχερῶς μέν, ἀλλ' ομως ἐκράτησε. καταστήσας δὲ τὰ αὐτόθι ὁ βασιλεὺς εἰς Σαμάρειαν ωρμησεν, ὡς μάχῃ κριθησόμενος πρὸς ̓Αντίγονον. ἐν τούτοις δὲ Πακόρου πεσόντος ἐν πολέμῳ, καὶ τῶν Πάρθων τραπέντων ὑπὸ ̔Ρωμαίων, πέμπει τῷ ̔Ηρώδῃ βοηθὸν Μαχαιρᾶν σὺν στρατιᾷ ὁ Βενδίδιος. καὶ τούτῳ μὲν ὁ ̔Ηρώδης τὸν ἀδελφὸν ̓Ιωσὴφ καταλέλοιπεν, ἐντειλάμενος μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι, αὐτὸς δὲ πρὸς ̓Αντώνιον εσπευδε πολιορκοῦντα Σαμόσατα, πόλιν τῶν 1.360 παρευφρατιδίων. ὡς δὲ ηγγιζεν ὁ ̔Ηρώδης, πέμπει τὸ στράτευμα ὑπαντησόμενον αὐτῷ ὁ ̓Αντώνιος, καὶ παρόντα ἠσπάζετο, καὶ Σοσσίῳ συμμαχεῖν αὐτῷ ἐνετέλλετο· καὶ ος τὸ κεκελευσμένον ἐπλήρου. ̓Ιωσὴφ δὲ ὁ ἀδελφὸς ̔Ηρώδου ἐπὶ ̔Ιεριχοῦντα σπεύδων περιπίπτει τοῖς ̓Αντιγόνου, καὶ ἐν δυσχωρίαις ἀποληφθεὶς θνήσκει γενναίως μαχόμενος, καὶ απαν ἀπέβαλε τὸ στράτευμα. ̓Αντίγονος δὲ τὴν αὐτοῦ τεμὼν κεφαλὴν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἀποδίδωσι ταλάντων πεντήκοντα. ̓Αποστάντες δὲ οἱ Γαλιλαῖοι τοὺς τὰ ̔Ηρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς ̓Ιουδαίας ἐνεωτερίσθη πολλά. ἠγγέλη δὲ ταῦτα ̔Ηρώδῃ καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ ἐν ∆άφνῃ τῆς ̓Αντιοχείας. ἐπειγομένῳ ουν, ὡς κατὰ Γαλιλαίαν ἐγένετο, συνήντησαν αὐτῷ οἱ πολέμιοι. καὶ ἡττηθέντες κατεκλείσθησαν εις τι χωρίον, ὁ δὲ εσπευδεν εἰς ̔Ιεριχοῦντα τιμωρήσασθαι θέλων αὐτοὺς διὰ τὸν ἀδελφόν. ̓Αντίγονος δὲ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ονομα σὺν δυνάμει, παρέχων τοῖς ἐναντίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. καὶ ̔Ηρώδης ηλθεν ἐπὶ τὸν Πάππον, καὶ συμβαλὼν τοῖς πολεμίοις κρατεῖ, καὶ ειπετο φεύγουσιν εἰς τὴν κώμην, κτείνων ους αν καταλάβοι. πεπληρωμένων δὲ τῶν οἰκιῶν ὁπλιτῶν, καὶ πολλῶν ἐπὶ τὰς στέγας ἀναφευγόντων, τοὺς ὀρόφους τῶν οικων καθαιρῶν ἐκράτει τούτων. καθαιρουμένων δὲ τῶν ὀρόφων εμπλεα ὡρῶντο τὰ κάτω στρατιωτῶν, ους λίθοις ανωθεν βάλλοντες εκτεινον. τοῦτο τὰ τῶν πολεμίων φρονήματα εθραυσε· καὶ ηκεν αν εἰς ̔Ιεροσόλυμα ὁ ̔Ηρώδης 1.361 μετὰ τῆς στρατιᾶς αὐτίκα καὶ τὸ πᾶν ἐξειργάσατο, εἰ μὴ χειμὼν ἐπέσχε βαθύς. τότε ὀψίας ουσης ὁ βασιλεὺς ̔Ηρώδης εις τι δωμάτιον εἰσελθὼν περὶ λουτρὸν ην, καὶ ἀποδυσάμενος ἐλούετο, ἑνὸς αὐτῷ ὑπηρετουμένου παιδός. κατὰ δέ γε τὸ ἐνδότερον οικημα τῶν πολεμίων τινὲς συμπεφευγότες ὡπλισμένοι ἐκεῖ διὰ φόβον ἐκρύπτοντο. καὶ μεταξὺ λουομένου τοῦ βασιλέως εις τις ἐπεξέρχεται ξίφος εχων γυμνόν, καὶ μετ' αὐτὸν αλλος καὶ αυθις ετερος ὁμοίως ὡπλισμένοι, οὐδένα πλήξαντες ὑπὸ δέους, ἀγαπῶντες δὲ εἰ αὐτοὶ σωθεῖεν. τοιοῦτον εφυγε κίνδυνον ὁ ̔Ηρώδης. τῇ δὲ ὑστεραίᾳ τὴν τοῦ Πάππου τεμὼν κεφαλὴν ηδη ἀνῃρημένου επεμψε Φερώρᾳ τῷ ἀδελφῷ ἀντὶ τῆς κεφαλῆς ̓Ιωσήφ· ουτος γὰρ ην ὁ Πάππος αὐτόχειρ ἐκείνου γενόμενος. Λήξαντος δὲ τοῦ χειμῶνος ἀφίκετο πρὸς ̔Ιεροσόλυμα καὶ στρατοπεδεύεται τῆς πόλεως εγγιστα· καὶ καταλιπὼν ἐκεῖ τοὺς τὰ πρὸς τὴν πολιορκίαν ἑτοιμάσοντας αὐτὸς εἰς Σαμάρειαν ῳχετο, τῇ ̓Αλεξάνδρου θυγατρὶ συνευνασθησόμενος, ηδη κατεγγυηθείσῃ αὐτῷ, ὡς ἱστόρηται. μετὰ δὲ τοὺς γάμους ἀφίκετο ἐκ Σαμαρείας· ηκε δὲ σὺν στρατιᾷ καὶ ὁ Σόσσιος. καὶ πρὸς τὸ τεῖχος τῶν ̔Ιεροσολύμων ἠθροίζοντο, καὶ χώματα ἐγείραντες καὶ