143
δυσκατέργαστον. δυσζήτητον. δυσεύρετον. δύσληπτον. ποῦ δ' εὑρεθήσετ' ιχνος παλαῖας δυστέκμαρτον αἰτίας. ∆υστράπελον ορυγμα. τὸ οὐκ εὐδιάλυτον. ∆υσχερασμάτων. ἀτυχημάτων. ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν πολιτείᾳ δυσχερασμάτων. ∆ύσφορα. χαλεπὰ, δυσύποιστα. λέγω γὰρ καὶ τὰ δύσφορ', εἰ τύχοι, κατ' ὀρθὸν ἐξιόντα. delta.583 ∆υσήνεμον. τὸ κακοὺς ἀνέμους εχον. ∆ύσοιστον. δυσφόρητον, δυσυπομόνητον. ∆υσήνυστον. τὸ δυσκατόρθωτον. ∆υσάντητον. ἐναντίον, δυσχερὲς, δυσαπάντητον. ∆υσέφικτον. τὸ δυσκατάληπτον. ∆υσδιάφυκτον. τὸ δυσχερῶς διαφεῦγον. ∆υσέξοιστον. τὸ δυσεκκόμιστον. ∆υσαλθέσ. δυσίατον, δυσθεράπευτον. ∆υσαχθέσ. βαρύ. ∆υσῆρεσ. τὸ δυσχερές. ∆υσξύμβολα. τὰ δυσνόητα. ∆υσκέλαδον. κακόηχον. ∆υσπρόσιτα. τὰ δυσχερῆ. ∆υσκλεέσ. αδοξον. ∆ύσορφνον καὶ δυσόρφνεον. μέλαν, σκοτεινόν. ∆υσάητον. τὸ δύσπνευστον. ∆υσαίσθητα. οσα τῶν ζώων δυσκινήτως πρὸς φυγὴν θανάτου εχουσιν, ὡς ὁ κεράστης καὶ ὀκτάπους. ∆υσόριστον. τὸ κτιστὸν καὶ ἀόριστον. αγγελος, ψυχὴ καὶ δαίμων. η τὸ καθόλου μὴ γινωσκόdelta.584 μενον, ἀλλ' ἐκ μέρους. οιον τὸ ξύλον τῆς ζωῆς. η δυσόριστόν ἐστι τὸ ἐν μετασχηματισμῷ καὶ οὐ κατ' οὐσίαν ἐπιφαινόμενον, ὡς ἐπὶ τῶν ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῆς. αγγελον μὲν γὰρ ὁρίζονται τινὲς οὐσίαν νοερὰν ἡγιασμένην, ης οὐσίας τὸν ορον μόνος ὁ κτιστὴς ἐπίσταται. ψυχὴν δὲ οὐσίαν ἀσώματον νοερὰν ἐν σώματι πολιτευομένην, ζωῆς παραιτίαν. ης οὐσίας τὸ ειδος καὶ τὸν ορον ὁ καὶ τὴν τῶν ἀγγέλων μόνος ἐπίσταται ὁ ποιητής. δαίμων δὲ ζῶον λογικὸν, ἀθάνατον κατὰ γνώμην πάσης ἀγαθοεργίας ἐκπεσόν. ( ̔Ρῆμα.) ∆ύεται. κρύπτεται. ∆ῦθι. ενδυσαι. καί· δῦ δὲ χιτῶνα. μακρόν. δεύτερος ἀόριστος ἐστὶ τῶν εἰς ˉμˉι, εδυν, εδυς, εδυ, δῦ. ∆υάζει. φλυαρεῖ, ἀλογεῖ, καὶ τὸ διστάζει. παρὰ τὸ ἐν δύο στάσεσιν ειναι. delta.585 ∆ῦναι. κατελθεῖν, η εἰς δύσιν ἀπελθεῖν. ἀπὸ τοῦ δῦμι. ἡ μετοχὴ ὁ δὺς, καὶ τὸ ἀπαρέμφατον δῦναι. ∆ύνασαι. ̓Ιστέον, οτι τὰ εχοντα τὴν ἐνεργητικὴν μετοχὴν ταῦτα τροπῇ τοῦ τὸ τρίτον πρόσωπον, εἰς ˉς ποιεῖ τὸ δεύτερον. οιον πεποίηται, πεποίησαι, οτι πεποιηκώς· τίθεται, τίθεσαι, οτι τιθείς. ουτως ουν δύναται, δύνασαι, οτι δυνάς· καὶ ἐπίσταται, ἐπίστασαι, οτι ἐπιστάς· ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι, δύναμαι καὶ ἐπίσταμαι. τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος ἐστὶν ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι, καὶ ̓Ιωνικῶς δύνεαι καὶ ἐπίστεαι, κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα δύνῃ καὶ ἐπίστῃ. ∆ύρεσθαι. ἀντὶ τοῦ ὀδύρεσθαι. ουτως ̔Ηρωδιανός. ∆υσωποῦμαι. ἀντὶ τοῦ φοβοῦμαι. ουτως ∆ημοσθένης ἐν Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν ̓Απομνημονεύμασι. καὶ δυσωπεῖσθαι ἀντὶ τοῦ ὑφορᾶσθαι καὶ φοβεῖσθαι, καὶ μεθ' ὑπονοίας σκυθρωπάζειν. οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν τὴν λέξιν λαμβάνουσι. δυσωπεῖν γὰρ ειρηται παρ' οσον οἱ κατακεκριμένοι κακῶς delta.586 εχουσι τοὺς ωπας. ουτως ευρον τὴν λέξιν κατὰ ῥητορικὸν λεξικὸν, καὶ εἰς τὰ ἀνεκφώνητα ̔Ηρωδιανοῦ. ενιοι δὲ ἀντὶ τοῦ αἰδεῖσθαι· εἰ καὶ μὴ τὴν ἀττικὴν, ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν. ∆υσκολαίνειν. λέγει ὁ ̓Αριστοτέλης· δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων συλλογισμόν. ∆υσπετοῦντεσ. κακῶς εχοντες, δυσχεραίνοντες. ∆υσανασχετεῖ. βαρέως φέρει καὶ δυσκόλως. ∆υσφορεῖ. βαρύνεται. ∆υσθετήσασ. μὴ στέρξας ταῖς συνθήκαις. ∆υσθανατῶντα. βιαίως τὸν βίον καταστρέφοντα. ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶντα ̔Ρωμαῖον περιεβλέψαντο, τέτρασι βολαῖς τὸ σῶμα κοσμούμενον. ∆υσχρηστούμενοσ. κακῶς διατιθέμενος. ὁ δὲ ̓Αννίβας δυσχρηστούμενος ηδη τοῖς πράγμασιν ἐς Καρχηδόνα διεπέμπετο, ταύτην τὴν περίστασιν διασαφῶν. ∆υσπροσίτωσ. δυσχερῶς ἐγγισθῆναι. ∆υστοπωτάτωσ. δυσχερεστάτως. καὶ δυστοπώτατα. delta.587 Τὸ ∆ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) ∆ωήκ· ∆ωΐας· ∆ώριος· ∆ωρήκ. ὀνόματα κύρια. ∆ωρητόσ. ὁ δῶρα λαμβάνων. ∆ῶροσ. κύριον. ∆ωροδόκοσ. ὁ δεχόμενος δῶρα. ∆ωροφάγουσ. ἐκφαντικῶς ἀσώτους. ἐκ τῶν δώρων τρεφομένους. ̔Ησίοδος· ̔Αρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας ∆ωροφάγους, οι