143
οἰκονόμος τῶν ὁμοδούλων. Μὴ πάντα οἴου τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὥσπερ ἀλλοτρίων βουλεύου τῶν ἐν χερσί. Μικρὸν εὐφραίνει σε χρόνον, εἶτα διαῤῥυέντα οἰχήσεται, τὸν δὲ ἐπ' αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας. Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις, καὶ καταδήσας σφραγῖσιν ἐναγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτὸν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος. Τί ποιήσω; ἕτοιμον ἦν εἰπεῖν, ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων· ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς φιλανθρωπίας κηρύγματι. Φθέγξομαι φωνὴν μεγαλόψυχον· Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρός με, τῆς παρὰ Θεοῦ δεδομένης χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἷον ἐκ κοινῶν πηγῶν, συμμεθέξοντες. Ἀλλ' οὐ τοιοῦτος σύ· πόθεν ὥς γε βασκαίνεις τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονηρὸν δὲ βουλευτήριον ἐν τῇ ψυχῇ συγκροτήσας, φροντίζεις οὐχ ὅπως μεταδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἀλλ' ὅπως πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ' αὐτῶν ὠφελείας ἀποστερήσῃς; παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ ἐλέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Συνεχωρήθη πάντα βουλεύσασθαι, καὶ φανερὰν ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν. Ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν ἃ κακῶς ᾠκοδόμησας. Λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα. Ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον. Ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια. 95.1497 ∆ιὰ σὲ καὶ τὴν συμφορὰν κατεδίκασεν, ὅτι ἔχων οὐκ ἐδίδως· ἐπειδὴ παρέτρεχες τοὺς πεινῶντας· ἐπειδὴ πρὸς τοὺς ὀδυρομένους οὐκ ἐπεστρέφου· ἐπειδὴ προσκυνούμενος οὐκ ἠλέεις. Ἔρχεται καὶ δι' ὀλίγους ἐπὶ δῆμον κακὰ, καὶ μοχθηρίας ἑνὸς παραπήλαυσε δῆμος. Ἀχὰρ ἱεροσύλησεν, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευσε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Πάντες τοίνυν, καὶ ἰδίᾳ, καὶ κοινῇ τοὺς βίους ἑαυτῶν ἐξετάσωμεν. Λαοὶ ἀκούσατε· Χριστιανοὶ ἐνωτίσασθε, ὅτι τάδε λέγει Κύριος, οὐ δημηγορῶν αὐτοφώνως, τοῖς δὲ τῶν δούλων στόμασιν ἐνηχῶν ὡς ὀργάνοις· μὴ φανῶμεν οἱ λογικοὶ τῶν ἀλόγων ὠμότεροι. Ἐκεῖνα γὰρ τοῖς ἐκ τῆς γῆς φυομένοις παρὰ τῆς φύσεως ὡς κοινῇ κέχρηται, καὶ προβάτων ἀγέλαι ἓν καὶ τὸ αὐτὸ καταβόσκονται ὄρος. Ἵπποι δὲ παμπληθεῖς μίαν καὶ τὴν αὐτὴν κατανέμονται πεδιάδα, καὶ πάντα τὰ καθ' ἕκαστον οὕτως ἀλλήλοις ἀντιπαραχωρεῖ τῆς ἀναγκαίας τῶν χρειῶν ἀπολαύσεως. Ἡμεῖς δὲ ἐγκολπιαζόμεθα τὰ κοινά· τὰ τῶν πολλῶν μόνοι ἔχομεν. Αἰδεσθῶμεν Ἑλλήνων φιλάνθρωπα διηγήματα. Παρό τισιν ἐκείνων νόμος φιλάνθρωπος, μία τράπεζα, καὶ κοινὰ τὰ σιτία, μία ἑστία σχεδὸν τὸν πολυάνθρωπον δῆμον ἀπεργάζεται. Καταλείψωμεν τοὺς ἔξωθεν, καὶ ἀπέλθωμεν εἰς τὸ τῶν τρισχιλίων ὑπόδειγμα· τὸ πρῶτον τῶν Χριστιανῶν ζηλώσωμεν σύνταγμα, ὅπως ἦν αὐτοῖς ἅπαντα κοινά· ὁ βίος, ἡ ψυχὴ, ἡ συμφωνία, ἡ τράπεζα κοινή· ἀδιαίρετος ἀδελφότης, ἀγάπη ἀνυπόκριτος, τὰ πολλὰ σώματα ἓν ἐργαζόμενα, τὰς διαφόρους ψυχὰς εἰς μίαν ὁμόνοιαν συναρμοῦσα. Πολλὰ τῆς φιλαδελφίας ἔχεις ἐκ Παλαιᾶς ∆ιαθήκης καὶ ἐκ τῆς Νέας τὰ ὑποδείγματα. Πρεσβύτην ἐὰν ἴδῃς λιμώττοντα, μετάστειλαι καὶ θρέψον ὡς Ἰωσὴφ τὸν Ἰακώβ. Ἐχθρὸν ἐὰν εὕρῃς στενούμενον, μὴ ἐπιβάλλῃς τῇ ὀργῇ τῇ κατεχούσῃ τὴν ἄμυναν, ἀλλὰ θρέψον αὐτὸν ὡς ἐκεῖνος τοὺς ἀδελφοὺς τοὺς πωλήσαντας. Ἐὰν ἐντύχῃς νεωτέρῳ καταπονουμένῳ, οὕτως δάκρυσον ὡς ἐκεῖνος τὸν Βενιαμὶν τὸν τοῦ γήρως υἱόν· πειράζει καὶ σὲ τυχὸν ἡ πλεονεξία, ὡς τὸν Ἰωσὴφ ἡ δέσποινα εἵλκυσε τῶν ἱματίων, ἵνα τῆς ἐντολῆς καταφρονήσῃς; πρόσριψον τὰ ἱμάτια· φύλαξον τῷ Κυρίῳ τὴν πίστιν, ὡς ἐκεῖνος τῷ Πετεφρή. Ἐν ἐνιαυτῷ τὴν ἔνδειαν οἰκονόμησον, ὡς ἐκεῖνος ἐν τοῖς ἑπτά. Τί ὑποτίθῃ ἀφορμὴν εὐπρόσωπον εἰς