πολλῆς ἀγάπης φερομένην, εἰ καί τι δάκνον εἶχέ που καί τινας εἰρωνείας, τοῦ γράμματος ἀνάλογον οὗπερ ἀπέσταλκάς μοι. ἀλλὰ λαλεῖν βουλόμενος, μὴ θέλων δ' ἐπακούειν, καὶ τότε καὶ πρὸς ἄνθρωπον μηδέν σ' ἠδικηκότα, πάλιν καθὼς μεμάθηκα παρὰ τινός μου φίλου ἔσπευσας ἐπαμύνασθαι τὰ παρ' ἐμοὶ γραφέντα, καὶ φοιτᾶν πρὸς γραμματικοὺς καὶ πρὸς τοὺς τεχνογράφους καὶ δι' αὐτῶν τὰ καθ' ἡμᾶς στιχοπλοκεῖν ἀσέμνως, σκώπτειν κατεπειγόμενος τὸν πτωχόν μου πατέρα καὶ τὴν ἐμὴν ἀνατροφήν, ὁποία ποτ' {ἂν} οὐκ οἶδες, καὶ τὴν ἐπὶ μαθήμασι γραμμάτων ἀπειρίαν· ὑποκριτὰς ἀποκαλεῖς τὸ γένος τὸ δικό μου καὶ πάντα λέγεις καὶ ποιεῖς, οὐ παύεσαι <δ'> οὐδ' ὅλως προβάτου μὲν δέρμα φορεῖν, λύκου δὲ γνώμην ἔχειν, κἀντεῦθεν πάντας ἀπατᾶν ὡς ἀφανὴς τοῦ τρόπου. Ταῦτα τοίνυν ἐγὼ μαθὼν {ὡς} ἀφ' οὗπερ ἔφην φίλου (οὐ γὰρ ἑώρακα λοιπὸν ἀκμὴν τὰ γράμματά σου) πρῶτον μὲν {γὰρ} ὡμολόγησα, καὶ νῦν ὁμολογῶ σοι· οὐκ ἔστι ψεῦδος, ἀδελφέ, τὰ παρὰ σοῦ λεχθέντα, ἀλλ' ἀληθῆ καὶ φανερὰ καὶ πρόδηλα τυγχάνει καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν καὶ κατὰ μέσον Ἄργους, καὶ μοναχοῖς καὶ κοσμικοῖς καὶ γυναιξὶν ὡσαύτως. καὶ ταῦτα μὲν τὰ προφανῆ, καθὼς καὶ σὺ γινώσκεις· εἰ δ' ἔγνως τὰ λανθάνοντα, τί δὴ καὶ λέγειν εἶχες; ἐγὼ γὰρ μόνος, ἀδελφέ, καὶ τὴν ἄλογον φύσιν ἐν πλημμελήμασιν αἰσχροῖς ἀσώτως ὑπερέβην· γνώμης γάρ μου στρεβλότητος, ψυχῆς φιληδονίας, οὐ φθάσει μέτρον ἀριθμὸς οὐδὲ θαλάσσης ψάμμος. ὅθεν οὐκ ἔχω λέγειν τι πρὸς ταῦτα τὸ παράπαν οὐδ' ἀντικρίνειν τοὺς ἐμοὺς φιλαλήθεις ἐλέγχους· ἀλλὰ καὶ χάριν μάλιστα μεγάλην ἔχω τούτοις, καὶ δι' αὐτῶν τὰ τραύματα γνωρίζω τῆς ψυχῆς μου. Καὶ τοῦτο κατωνείδισας, τὴν πρώτην μου πενίαν· †οὐδ' ἄλλωναν† ὠνόμασας καὶ γέννημα πασπάλης καὶ βεριδάριν ἐφεξῆς καὶ τέκτονα καὶ τἄλλα, ὅσα λέγειν ἐοίκασιν κιθαρῳδοὶ καὶ μῖμοι, σαυτόν τινα τῶν εὐγενῶν τρανῶς ἐπιφημίζων. τοῦτο τὸ πάθος ἡσυχῇ φέρειν οὐκ ἠδυνήθην οὐδὲ βαθείᾳ παρελθεῖν σιγῇ τὴν ἀτιμίαν οὐδὲ τὸν Ἐνδυμίωνος μακρὸν ὕπνον καθεύδειν. καὶ γὰρ οὐδ' ἄξιόν ἐστιν οὐδ' ἀνεκτὸν τοῖς πᾶσι κέρκωπας μὲν εὐδοκιμεῖν, λέοντας δ' ἡσυχάζειν, ἢ τοὺς κηφῆνας λιγυρὸν ἀνακρούεσθαι φθόγγον, τοὺς δὲ τέττιγας παύσασθαι τοῦ τερετίζειν ὅλως. ὅθεν μικρόν τι καταθεὶς τὰ τῆς στρατείας ὅπλα, ἅπερ τῷ Παύλῳ σύνηθες τοὺς μοναχοὺς ὁπλίζειν τοὺς αἴροντας τὸν πόλεμον πρὸς τὰς ἀρχὰς τοῦ σκότους, λόγου τέχνην ἀντιλαβὼν ἐννοίας ἀντιθέτου μικρὸν ἀπολογήσομαι πρὸς τὰ πρὸς σοῦ γραφέντα. τοῦτο γάρ με καὶ Σολομῶν πανευπρεπῶς διδάσκει, ἄφρονα κατὰ τὴν αὐτοῦ μωρίαν ἀπελέγχειν, ἵνα μὴ δόξῃ παρ' αὐτῷ φρονιμώτατος εἶναι. Ἀλλὰ συγγινωσκέτω μοι πᾶς εὐλαβὴς καὶ σώφρων καὶ πᾶς ἀνὴρ ἐπιεικὴς καὶ συνετὸς τὸν τρόπον καὶ πᾶς ὃς φεύγειν ἔγνωκε τοὺς γελοιώδεις λόγους ὡς παντελῶς ἀνάξια γράφειν ἐπισταμένων βίου καὶ λόγου καὶ ψυχῆς ἀνθρώπων φιλοθέων, καὶ πῶς ὁ μὲν τῶν στίχων σου βλέπει πρὸς μεσημβρίαν, ἄλλος δὲ πρὸς ἀνατολάς, ἕτερος δὲ πρὸς ἄρκτον, οὐδὲ πρὸς δύσιν μηδαμῶς σύνταξιν ἐσχηκότες, δεικνύντες σε μηδὲ τὰς τρεῖς μαθεῖν τοῦ Στησιχόρου· καὶ πάλιν ἀποδείξω σε κολοῖον τὸν κολοῖον. Ἀλλ' ἴθι δεῦρο πρὸς ἡμᾶς, Ἀφθόνιος ὁ ῥήτωρ, ὁ πάσης τῆς ῥητορικῆς εἰσαγωγὴν προτάξας, καὶ λέξον πόθεν ἄμεινον ἀπάρξομαι τοῦ λόγου, καθάπερ πρὶν τὸν Σόλωνος σοφὸν †ὑπαίρει† λόγον ἔδειξας πᾶσιν ἐμφανῶς εἴδη τῶν ἐγκωμίων καὶ πόθεν χρὴ κατάρχεσθαι τῶν ἐπιχειρημάτων. ναί, ἔκφρασον καὶ πρὸς ἡμᾶς τὰ τοῦ σαλοῦ, πῶς λέγει, καὶ «μὴ σιγήσῃς» ἥκιστα «μηδὲ καταπραΰνῃς», ὥς που ∆αυὶδ πρὸς τὸν θεὸν ἀνέκραγε μεγάλως. «Τί με καλεῖς, ὦ μυλωνᾶ καὶ μοναστὰ τὸν τρόπον, εἰς χεῖρας ἔχων τὰ ποτὲ γραφέντα παρ' ἐμοίγε; τρῖψον ὡς μύλος ἔντομος, ὡς βεριδάρι γλώσσῃ, ἄλεσον δ' ὥσπερ ἄλευρον, λίκμησον ὡς πασπάλην τὸν καρβουνάρι (προϊὼν ὡς ὁ λόγος δηλώσει), καὶ δὸς αὐτῷ πληρέστατον ἀλλάγιον καὶ σῶον, ἵνα