143
δυναστευόντων τὴν σωτηρίαν. ∆ιό φησιν· "Ἐνεδύσαντο οἱ κριοὶ, τῶν προβάτων·" οὐ γὰρ μόνον τὰ ἄλλα πρόβατα, ἀλλὰ καὶ αὐτοὶ οἱ κριοὶ προσίασι τῷ σωτηρίῳ βαπτίσ ματι. "Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον." Καὶ οἱ πενίᾳ δὲ συγκληρωθέντες, καὶ εὐσεβεῖν προαι ρούμενοι, τὸν οἰκεῖον καρπὸν προσοίσουσι τῷ Θεῷ, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. "Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν." Ἅπαντες δὲ οἱ προλεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμνήσουσι, τὸν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει. Οἴδαμεν οὖν, ὥς τινες τῶν συγγραφέων, ἐξ ἐπιπολῆς νενοηκότες τὰ εἰρημένα, τούτων ἕκαστον ἔφασαν γεγενῆσθαι μετὰ τὴν τῆς αἰχμαλωσίας ἐπάνοδον, εὐετηρίας αὐτοῖς πρὸς τῇ ἐλευθερίᾳ παρασχεθείσης, καὶ ὑετῶν ἀφθό νων, ὡς καὶ τὸν Ἰορδάνην πλημμυρεῖν. Αὐτὸν γὰρ ἔφασαν κεκλῆσθαι τοῦ Θεοῦ Ποταμόν. Ἐγὼ δὲ μηδὲν τοιοῦτον παρὰ τῆς ἱστορίας γεγενῆσθαι μεμαθηκώς· ἐν πολλῇ γὰρ διήγαγον ἐπὶ πλεῖστον πενίᾳ, ὡς ὁ Ἔσδρας ἐδίδαξεν· εὑρὼν δὲ καὶ τῆς τῶν ἐθνῶν σωτηρίας τὴν πρόῤῥησιν ἐν τῷ ψαλμῷ προφανῆ· "Πρὸς σὲ γὰρ, ἔφη, πᾶσα σὰρξ ἥξει," καί· "Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν." Ταύτην ἀκόλουθον τοῖς ῥητοῖς ἐκείνοις ὑπέλαβον τὴν διάνοιαν. Οἱ δὲ τοῖς μύθοις χαίροντες, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν φανταζόμενοι, καὶ καθάπερ ὀνείρους τοὺς οἰκείους λογισμοὺς ἐξηγούμενοι, οὐ γεγενῆσθαι ταῦτα, ἀλλ' 80.1361 ἔσεσθαι μετὰ τὴν τῶν Ἰουδαίων ἀνάκλησιν ἔφασαν, πρὸς τῇ τῶν ἄλλων δογμάτων διαφθορᾷ, καὶ τοῦ τον προστεθεικότες τὸν μῦθον. Οὓς ληρεῖν καταλιπόντες, τῶν θείων λογίων ἁψώμεθα, μετὰ τοῦ ∆αβὶδ βοῶντες. "Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου."
ΕΡΜΗΝ. ΤΟΥ ΞΕʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, Ὠδὴ ψαλμοῦ ἀναστάσεως." Οὐδὲ ταύτην τὴν προσθήκην τὸ
Ἑβραϊκὸν ἔχει, οὐδὲ οἱ ἄλλοι ἑρμηνευταὶ, οὐδὲ οἱ Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ· ἀλλὰ καὶ ταύτην τινὲς, ὡς ἔοικε, προστε θείκασι. Καὶ τοῦτον δὲ τὸν ψαλμὸν ὁ θεῖος ∆αβὶδ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις συνέγραψεν· οὐκ ἔτι μὲν τῆς ἐπανόδου τυχεῖν ἱκετεύουσιν, ἀλλ' ἤδη ταύτης τετυχηκόσι, καὶ τῆς πορείας ἁψαμένοις. Προλέγει δὲ κατὰ ταὐτὸν καὶ τὴν τῶν ἐθνῶν σω τηρίαν. βʹ. "Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε δὲ τῷ ὀνόματι αὐτοῦ· δότε δόξαν ἐν αἰνέσει αὐτοῦ." Ἅπαντες ἡμῖν, φησὶν, ἄνθρωποι, τῆς ὑμνῳδίας κοινωνήσατε, καὶ τῷ Θεῷ τὸ προσῆκον μεθ' ἡμῶν ἀναπέμψατε σέβας· εἰκότως δὲ εἰς τὴν τοιαύτην κοινωνίαν καλοῦσιν ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν. Ἐν αὐτοῖς γὰρ τὰ τῆς ἁπάντων προδι εγράφετο σωτηρίας. Καθάπερ γὰρ αὐτοὶ τῆς τῶν Βαβυλωνίων ἀπηλλάγησαν δουλείας· οὕτως ἅπαντες ἄνθρωποι [μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος] τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἠλευ θερώθησαν. Εἶτα διδάσκουσι τῆς ὑμνῳδίας τὸν τρόπον. γʹ. "Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ἐν τῷ πλήθει τῆς δυνάμεως σου ψεύσονταί σε οἱ ἐχθροί σου." Θαυμάσατε, φησὶν, εἰς δύναμιν τὰ ὑπὸ τοῦ 80.1364 Θεοῦ γεγενημένα θαύματα. Τοσαῦτα γάρ εἰσι καὶ τοιαῦτα, ὡς τὴν ὑπερβολὴν τῶν γινομένων, ἀπιστεῖσθαι παρὰ τῶν δυσσεβῶν. Ἔχει δὲ καὶ ἑτέραν διάνοιαν ὑπὸ τῆς ἀληθείας μαρτυρουμένην, τὸ, "Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου, ψεύσονταί σε οἱ ἐχθροί σου." Ὅτι ἂν, φησὶ, τῷ φωτὶ τῆς θεο γνωσίας καταυγάσας τὴν οἰκουμένην, εἰς εὐσέ βειαν μεταβάλῃς τοὺς πλείστους, τηνικαῦτα καὶ οἱ τῷ τῆς ἀπιστίας κατεχόμενοι σκότῳ ὑποκριθήσονται τὴν εὐσέβειαν, ἀρνούμενοι τὴν ἀσέβειαν. Καὶ τοῦτο διηνεκῶς ὁρῶμεν γινόμενον. Πολλοὶ γὰρ τῇ Ἑλληνικῇ πλάνῃ δουλεύοντες, ὁμολογῆσαι τοῦτο προφανῶς οὐ τολμῶσι. Καὶ Ἰουδαῖοι δὲ στενοχωρούμενοι, τοῦ σταυροῦ τὴν νίκην ὑμνοῦσι, καὶ πανταχόθεν τῆς προφητείας ἡ ἀλήθεια δείκνυται. δʹ. "Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλά τωσαν. Ψαλάτωσαν δὲ τῷ ὀνόματί σου, Ὕψιστε."