143
πλοῦτος, οὔτε νεότης, οὔτε εὐγένεια, οὔτε δόξα, οὔτε φιλία κόσμου, οὔτε συγγενικὸν αἷμα, οὔτε αἱρετισμὸς ἀνθρώπων, οὔτε τι ἄλλο τῶν ὑπὸ τὸν οὐρανὸν τερπνῶν τε καὶ ὡραίων καταπείθει ὑμᾶς ἐμπαρῆναι τοῖς τοῦ βίου τέλμασιν, ἀλλ' ἐκείνην προαιρεῖσθε τὴν ζωήν, τὴν ἐν ἀγαμίᾳ καὶ ἀκτησίᾳ καὶ ἀπαρνήσει πάντων· τοῦτο γὰρ τὸ θέλειν ὑμᾶς μονάσαι. εὐλογητὸς ὁ θεὸς ὁ νυμφευσάμενος ὑμᾶς διὰ τῆς παρθενίας καὶ τὸν οὐράνιον ὑμῖν εὐτρεπίζων νυμφῶνα. πλὴν ὅτι καὶ ἔξω τοῦ μοναδικοῦ βίου οὖσαι τὰ τῶν ἀληθινῶν μοναζουσῶν ἐργάζεσθε, ψάλλουσαι, ὀρθρίζουσαι ταῖς τεταγμέναις ὥραις, νηστεύουσαι, προσευχόμεναι, ὀρφανοτροφοῦσαι, ἐλεημονοῦσαι, εὐτελοφοροῦσαι, εἴ τι ἄλλο ἐργαζόμεναι τῷ τὰ κρυπτὰ βλέποντι, ἅτινά ἐστιν μονήρους βίου ἔργα. Πλὴν δοίη ὑμῖν Κύριος κατὰ τὴν καρδίαν ὑμῶν καὶ πᾶσαν τὴν βουλὴν ὑμῶν πληρώσειεν, τῆς ἀγαθῆς ῥίζης τὰ βλαστήματα, τοῦ καλοῦ ἀδελφοῦ αἱ ὁμαίμονες, τῆς οὐρανίου παστάδος αἱ νύμφαι. προσεύχεσθε καὶ περὶ ἐμοῦ, παρακαλῶ. 201 {1Ἀντωνίῳ ἡγουμένῳ τῶν Αὐλητοῦ}1 Καὶ πάλιν ἐπιστέλλω τῇ θεοσεβείᾳ σου, συμπροθυμούμενος καὶ συγχαιρόμενος αὐτῇ ἐπὶ τοῖς ὑπὲρ Χριστοῦ πόνοις τε καὶ κόποις, διωγμοῖς τε καὶ ἀφορισμοῖς· ἤνεγκεν ὁ καιρὸς στεφανίτας γενέσθαι, ἀθλητάς, ὁμολογητάς, καὶ μέντοι διώκτας, χριστομάχους· οἱ γὰρ τῇ εἰκόνι Χριστοῦ μαχόμενοι τί ἄλλο εἶεν ἢ διῶκται ἀληθείας καὶ Χριστοῦ ἀντάρται; ἡ γὰρ τῆς εἰκόνος τιμὴ καὶ ἀτιμία ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἐνέγκωμεν δὴ οὖν, πάτερ τίμιε, τὴν παρὰ τῶν ἐχθρῶν κάκωσιν, ἧς τὸ ἀνταπόδομα ζωὴ αἰώνιος καὶ ἡ μετὰ μαρτύρων ἀγαλλίασις. ἐπαινετὸς εἶ, ἄνθρωπε τοῦ θεοῦ, ὅτι ἐκ πάντων μικροῦ δεῖν τῶν ἐν ἄστει καὶ πρὸ τοῦ ἄστεως ἡγουμένων σὺ μόνος ἐξῆλθες προκινδυνεύων τῆς εὐσεβείας, φῶς τῶν ἐν σκότει γινόμενος, ἔλεγχος τῶν ἀσεβούντων ὁμοταγῶν. τί τὸ κέρδος μικραῖς ἡμέραις ἀντέχεσθαι μοναστηρίου, δόξης, εὐπαθείας τῆς προσκαίρου καὶ μετὰ αἱρετικῶν ἀπενεχθῆναι εἰς αἰσχύνην αἰωνίαν; ὅσον δὲ ἀγαθὸν καὶ μακάριον βραχύ τι κοπιάσαι καὶ πάντων ἀποστῆναι τῶν οἰκείων ἢ τάχα καὶ τὸ σῶμα προΐεσθαι καὶ εὑρεῖν θεὸν εὐμενῆ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν. Οὕτως ὡς ἐλάχιστος προήχθην διαλεχθῆναι, αἰτούμενός σε, ὁσιώτατε πάτερ, μνήμην μου ποιεῖσθαι τοῦ ἁμαρτωλοῦ ῥυσθῆναι ἐκ τῶν παθῶν τῆς ἀτιμίας καὶ ἕτοιμον εἶναι εἰς ὅ τι ἂν καὶ κελεύοι θεὸς ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἔτι ὑποστῆναι. 202 {1Ἀρκαδίῳ μοναχῷ}1 Ἤκουσταί μοι πῶς ἄριστα διέθου τὰ κατὰ σέ, ἀδελφὲ ἠγαπημένε, καὶ ἐδόξασα τὸν θεόν· τί τοῦτο; ὅτι οὐ συναπήχθης τοῖς προδεδωκόσι τὴν ἀλήθειαν διὰ τῆς τῶν αἱρετικῶν κοινωνίας, κἂν εἰς καθηγητῶν εἶεν τάξιν, ἀλλ' ἑαυτὸν ἀπορρήξας τῆς θεοχωρίστου συναφείας ἐναπεκρύβης ἐν ὄρεσι καὶ σπηλαίοις διαιτώμενος σὺν ὑπηρέταις, μᾶλλον ἑλόμενος κακουχεῖσθαι καὶ ταλαιπωρεῖσθαι ἢ διὰ πρόσκαιρον ἡδονὴν πρόεσθαι τὴν αἰώνιον ζωήν, ἔχων καθηγητὴν καὶ διδάσκαλον Χριστὸν τὸν θεὸν ἡμῶν, ὑπὲρ οὗ καὶ τὸ πάσχειν. Χάρις οὖν τῷ δόντι σοι τελειόφρονα γενέσθαι· σοῦ ὄντως οὐκ ἄξιος ὁ κόσμος, ὑπερκοσμίως βιοῦντος κατὰ τὸν θεῖον ἀπόστολον, σοῦ ὄντως ὁ μακαρισμὸς Χριστοῦ, δεδιωγμένου ἕνεκεν δικαιοσύνης. καί γε ἔπρεπεν τὸν δι' ἀγάπην θεοῦ καταλιπόντα τὰ μέγιστα τῶν ἐπιγείων ἀξιωμάτων καὶ τὰς βασιλείους διατριβάς, προσθείην δ' ἂν καὶ τὰ σωματικὰ κάλλη τε καὶ περιουσιάσματα, μὴ ἁλῶναι ἀγεννῶς καὶ ἀπανθρώπως, ἀλλὰ τὰ θεῖα προκρίναι καὶ τὰ ἐρημικὰ καὶ ὀρικὰ ἐδάφη καταλαβεῖν· ἐν οἷς ἔστι σοι ἀγγελικῶς ἀναστρέφεσθαι, θεὸν ἀναπνέοντι, οὐρανὸν ὁρῶντι, ἀγγέλοις συμπεριπολοῦντι. Ὑπόμεινον, ἀδελφέ, τὸν καλέσαντά σε Κύριον, καὶ ὑψώσει σε ἐν δόξῃ μεγίστῃ, εἴς τε ὑπόδειγμα ἀρετῆς τοῖς ἐν τῷ βίῳ καὶ εἰς κληρονομίαν τῶν ἐν ἐλπίσιν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν. μέμνησο δὲ καὶ ἡμῶν τῶν ἀναξίων καὶ φιλούντων σε ἑκάστοτε, ὅπως εὐαρέστως Χριστῷ ἀποβιώσοιμεν ἐν τῷ παρόντι ἀγῶνι. τοὺς σὺν σοὶ πλεῖστα προσαγορεύω. 203 {1Κόμητι}1 Ἀκούων ἀκούω, ἄνθρωπε τοῦ θεοῦ, τὰς