1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

143

στρατηλάτην καὶ ἀπέστειλεν αὐτοὺς κατ' αὐτῶν καὶ οὐκ ἠδύναντο παῦσαι τὴν στάσιν αὐτῶν. ἐπισυνάξαντες δὲ στρατόπεδα ἐπῆλθον αὐτοῖς καὶ πολλοὺς ἐφόνευσαν καὶ ἠκρωτηρίασαν καὶ τῆς πόλεως ἐξώρισαν. ὁ δὲ Φωκᾶς ἐποίησεν ἱππικόν, καὶ οἱ Πράσινοι ὕβρισαν αὐτόν, λέγοντες· "πάλιν εἰς τὸν καῦκον ἔπιες· πάλιν τὸν νοῦν ἀπώλεσας." καὶ ἐπέτρεψεν ὁ Φωκᾶς Κοσμᾶν, τὸν ἔπαρχον τῆς πόλεως, καὶ πολλοὺς ἠκρωτηρίασε καὶ τὰ μέλη αὐτῶν ἐν τῇ σφενδόνῃ ἐκρέμασεν, ἄλλους δὲ ἀπεκεφάλισε καὶ 297 ἑτέρους ἐν σάκκοις βαλὼν ἐν τῇ θαλάσσῃ ἀπέπνιξεν. σωρευθέντες δὲ οἱ Πράσινοι ἔβαλον πῦρ εἰς τὸ πραιτώριον καὶ ἔκαυσαν τὸ σέκρητον καὶ τὰ σκρινία καὶ τὰς φυλακάς. καὶ ἐξελθόντες οἱ ἐν ταῖς φυλακαῖς ἔφυγον. καὶ θυμωθεὶς ὁ Φωκᾶς ἐκέλευσε τοὺς Πρασίνους μηκέτι πολιτεύεσθαι. Ἡράκλειος δέ, ὁ στρατηγὸς Ἀφρικῆς, ἐνοχλούμενος ὑπὸ τῆς συγκλήτου ἐξώπλισε τὸν υἱὸν αὐτοῦ Ἡράκλειον τοῦ ἀπολῦσαι κατὰ Φωκᾶ τοῦ τυράννου· ὁμοίως καὶ ὁ ὑποστράτηγος αὐτοῦ Γρηγορᾶς ἀπέλυσε διὰ ξηρᾶς τὸν υἱὸν αὐτοῦ Νικήταν στοιχήσαντες, ἵνα ὅς τις προλάβῃ καὶ νικήσῃ τὸν τύραννον βασιλεύσῃ. Τῷ δ' αὐτῷ ἔτει γέγονε χειμὼν μέγας πάνυ, ὥστε παγῶσαι τὴν θάλασσαν· ἐν οἷς καὶ ἰχθὺς πολὺς ἐξερρίφη. τότε Φωκᾶς Μακρόβιον τὸν σκρίβωνα ἐκέλευσε τοξευθῆναι εἰς τὴν ἀγραρέαν καὶ εἰς τὸ καστέλλιν Θεοδοσιανῶν ἐν τῷ Ἑβδόμῳ κρεμασθέντα εἰς κοντάριν, εἰς ὃ γυμνάζονται οἱ τίρωνες, ἀποθανεῖν ὡς συγγνώσαντα τῇ ἐπιβουλῇ αὐτοῦ. Θεόδωρος γὰρ ὁ ἔπαρχος Καππαδόκης καὶ Ἐλπίδιος, ὁ ἐπάνω τοῦ ἀρμαμέντου, καὶ ἕτεροι διάφοροι βουλὴν ἐποίησαν ἀνελεῖν ἐπὶ ἱπποδρομίου τὸν Φωκᾶν. καὶ ποιήσας ἄριστον Θεόδωρος, ὁ ἔπαρχος τῶν πραιτωρίων, ἤρξατο ἐπιφαίνειν αὐτοῖς τὸν ἑαυτοῦ σκοπόν. συνέβη δὲ ἐκεῖ εὑρεθῆναι Ἀναστάσιον, κόμητα τῶν λαργιτιώνων. τοῦ οὖν ἀρίστου γινομένου καὶ ἐξηγουμένου τὰ τῆς ἐπιβουλῆς, μετεμελήθη Ἀναστάσιος εὑρεθεὶς ἐκεῖ καὶ οὐκ εἶπε τὰ τῆς καρδίας αὐτοῦ, ἀλλ' ἐσιώπα. ὁ δὲ Ἐλπίδιος ἐπέμενε λέγων· "οὐ θέλετε, ἵνα ἐν ὅσῳ κάθηται ἐν τῷ σέντζῳ ἐπὶ ἱπποδρομίας, πιάσω αὐτὸν καὶ ἐκκορακίσω τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ οὕτως αὐτὸν ἀποκτείνω;" καὶ ὑπέσχετο διδόναι αὐτοῖς ἄρματα. γνωσθέντος δὲ τοῦ πράγματος ἐκ διαβολῆς Ἀναστασίου τῷ Φωκᾷ, ἐκέλευσε τὸν ἔπαρχον καὶ τὸν Ἐλπίδιον καὶ τοὺς ἄρχοντας τοὺς ἐγνωκότας τὴν ἐπιβουλὴν ἐξετασθῆναι μετὰ πάσης ἀκριβείας. ἐξετασθέντων δὲ 298 αὐτῶν κατέθεντο τὰ τῆς ἐπιβουλῆς, καὶ ὅτι Θεόδωρον ἐβούλοντο ποιῆσαι βασιλέα. ὁ δὲ Φωκᾶς ἐκέλευσεν ἀποκεφαλισθῆναι Θεόδωρον καὶ Ἐλπίδιον καὶ Ἀναστάσιον καὶ πάντας τοὺς ἐγνωκότας τὴν ἐπιβουλὴν αὐτοῦ. Κόσμου ἔτη ϛρβʹ. Τῆς θείας σαρκώσεως ἔτη χβʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἡμέρᾳ βʹ, ἰνδικτιῶνος ιδʹ, ἧκεν Ἡράκλειος ἀπὸ Ἀφρικῆς φέρων πλοῖα καστελλωμένα, ἔχοντα ἐν τοῖς καταρτίοις κιβώτια καὶ εἰκόνας τῆς θεομήτορος, καθὰ καὶ ὁ Πισίδιος Γεώργιος λέγει, καὶ στρατὸν πολὺν ἀπὸ Ἀφρικῆς καὶ Μαυριτανίας· ὁμοίως καὶ Νικήτας, ὁ υἱὸς Γρηγορᾶ τοῦ πατρικίου, ἀπὸ Ἀλεξανδρείας καὶ Πενταπόλεως ἔχων μεθ' ἑαυτοῦ λαὸν πολὺν πεζικόν. ἦν δὲ Ἡράκλειος ὁρμασάμενος Εὐδοκίαν, τὴν θυγατέρα Ῥογᾶ τοῦ Ἄφρου, ἥτις τῷ καιρῷ τούτῳ ἦν ἐν Κωνσταντινουπόλει ἅμα Ἐπιφανείᾳ, τῇ μητρὶ Ἡρακλείου. ἀκούσας δὲ ὁ Φωκᾶς, ὅτι ἐστὶν ἐν τῇ πόλει ἡ μήτηρ Ἡρακλείου καὶ ἡ τούτῳ μεμνηστευμένη Εὐδοκία, ἐκράτησεν αὐτὰς καὶ ἐφύλαξεν εἰς τὸ δεσποτικὸν μοναστήριον, τὸ ἐπιλεγόμενον τῆς Νέας Μετανοίας. καταλαβὼν δὲ Ἡράκλειος τὴν Ἄβυδον εὗρε Θεόδωρον, τὸν κόμητα τῆς Ἀβύδου, καὶ ἀνακρίνας ἔμαθε παρ' αὐτοῦ τὰ κινούμενα ἐν Κωνσταντινουπόλει. ὁ δὲ Φωκᾶς ἀπέστειλε τὸν ἀδελφὸν αὐτοῦ, ∆ομεντζίολον τὸν μάγιστρον, φυλάττειν τὰ Μακρὰ τείχη· μαθὼν δὲ ὁ μάγιστρος, ὅτι κατέλαβεν