1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

144

δεικνύων, ζῷα τὸν ψυχώσαντα, δένδρα τὸν ἐκφύσαντα· ἅπερ ἅπαντα τῷ σῷ λόγῳ γενόμενα παριστᾷ τῆς σῆς δυνάμεως τὸ κράτος. ∆ιὸ καὶ ὀφείλει πᾶς ἄνθρωπος ἐξ αὐτῶν τῶν στέρνων σοὶ διὰ Χριστοῦ τὸν ὑπὲρ πάντων ὕμνον ἀνα πέμπειν, διὰ σὲ τῶν ἁπάντων κρατῶν. Σὺ γὰρ εἶ ὁ χρηστὸς ἐν εὐεργεσίαις καὶ φιλόδωρος ἐν οἰκτιρμοῖς, ὁ μόνος παντοκράτωρ· ὅτε γὰρ θέλεις, πάρεστί σοι τὸ δύνασθαι· τὸ γὰρ σὸν αἰώνιον κράτος καὶ φλόγα καταψύχει καὶ λέοντας φιμοῖ καὶ κήτη καταπραΰνει καὶ νοσοῦντας ἐγείρει καὶ δυνάμεις μετατρέπει καὶ στρατὸν ἐχθρῶν καὶ λαὸν ἀριθμούμενον ἐν τῷ ὑπερηφανεύεσθαι καταστρώννυσιν. Σὺ εἶ ὁ ἐν οὐρανῷ, ὁ ἐπὶ γῆς, ὁ ἐν θαλάσσῃ, ὁ ἐν περατουμένοις ὑπὸ μηδενὸς περατούμενος· «Τῆς γὰρ μεγαλοσύνης σου οὐκ ἔστιν πέρας.» Μὴ γὰρ ἡμέτερόν ἐστιν τοῦτο, δέσποτα, τοῦ θεράποντός σου λόγιόν ἐστιν φάσκοντος· «Καὶ γνώσῃ τῇ καρδίᾳ σου, ὅτι Κύριος ὁ Θεός σου, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.» Oὐδὲ γὰρ ἔστι Θεὸς πλὴν σοῦ μόνου, ἅγιος οὐκ ἔστι πλὴν σοῦ, Κύριος Θεὸς γνώσεων, Θεὸς ἁγίων, ἅγιος ὑπὲρ πάντας ἁγίους· «Oἱ γὰρ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σού εἰσινή· ἔνδοξος καὶ ὑπερυψούμενος, ἀόρατος τῇ φύσει, ἀνεξιχνίαστος κρίμασιν· οὗ ἀνενδεὴς ἡ ζωή, ἄτρε πτος καὶ ἀνεκλιπὴς ἡ διαμονή, ἀκάματος ἡ ἐνέργεια, ἀπερίγραφος ἡ μεγαλειότης, ἀένναος ἡ εὐπρέπεια, ἀπρόσιτος ἡ κατοικία, ἀμετανάστευτος ἡ κατασκήνωσις, ἄναρχος ἡ γνῶσις, ἀναλλοίωτος ἡ ἀλήθεια, ἀμεσίτευτον τὸ ἔργον, ἀνε πιβούλευτον τὸ κράτος, ἀδιάδοχος ἡ μοναρχία, ἀτελεύτητος ἡ βασιλεία, ἀνανταγώνιστος ἡ ἰσχύς, πολυάριθμος ἡ στρατιά. Σὺ γὰρ εἶ ὁ σοφίας πατήρ, ὁ δημιουργίας τῆς διὰ μεσίτου κτίστης ὡς αἴτιος, ὁ προνοίας χορηγός, ὁ νόμων δοτήρ, ὁ ἐνδείας πληρωτής, ὁ τῶν ἀσεβῶν τιμωρὸς καὶ τῶν δικαίων μισθαποδότης, ὁ τοῦ Χριστοῦ Θεὸς καὶ Πατὴρ καὶ τῶν εἰς αὐτὸν εὐσεβούντων Κύριος, οὗ ἀδιάψευστος ἡ ἐπαγγελία, ἀδωροδόκητος ἡ κρίσις, ἀμετάπιστος ἡ γνώμη, ἄπαυστος ἡ εὐσέβεια, ἀΐδιος ἡ εὐχαριστία, δι' οὗ σοι καὶ ἡ ἐπάξιος προσκύνησις ὀφείλεται παρὰ πάσης λογικῆς καὶ ἁγίας φύσεως. Κύριε παντοκράτορ, κόσμον ἔκτισας διὰ Χριστοῦ καὶ σάββατον ὥρισας εἰς μνήμην τούτου, ὅτι ἐν αὐτῷ κατέ παυσας ἀπὸ τῶν ἔργων εἰς μελέτην τῶν σῶν νόμων, καὶ ἑορτὰς διετάξω εἰς εὐφροσύνην τῶν ἡμετέρων ψυχῶν, ὅπως εἰς μνήμην ἐρχώμεθα τῆς ὑπὸ σοῦ κτισθείσης σοφίας·