καὶ δὴ καὶ ἀναπαῦσαι λέγονται τὸν θυμὸν κυρίου. ἐπεὶ γὰρ σκληροὶ γεγόνασι κατὰ τοῦ λαοῦ τοῦ θεοῦ, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας Κύρου τοῦ Πέρσου. τὸ δὲ καὶ τοὺς λευκοὺς ἵππους, τοῦτ' ἔστι τοὺς Μακεδόνας, κατόπισθεν τῶν μελα νῶν πορεύεσθαι σημαίνει, ὡς καὶ οἱ Μακεδόνες τὴν Περ σῶν βασιλείαν χειρώσονται, τὸ δὲ τοὺς ψαροὺς ἐπὶ νότον ἔρχεσθαι δηλοῖ, ὡς ἔμελλον Ῥωμαῖοι στρατεύειν κατὰ τῆς Ἱερουσαλήμ· ἐν γὰρ τῷ νότῳ κεῖται ἡ πόλις. τὸ δὲ προσ ταχθέντας αὐτοὺς περιοδεῦσαι τὴν γῆν διδάσκει πάλιν, ὡς διὰ τοῦ θεοῦ πᾶσα βασιλεία συνίσταται. Γίνονται οὖν ἀπὸ μὲν τοῦ Ἀδὰμ ἕως τῆς ἐσχάτης ἁλώσεως τῆς Ἱερουσαλὴμ ἔτη #22εσξβʹ, ἀπὸ δὲ τῆς πρώ της οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ καὶ τῆς πόλεως #22απηʹ, ἀπὸ δὲ τῆς δευτέρας οἰκοδομῆς φʹ, ἀπὸ δὲ τῆς κατὰ Ἀντίοχον πολιορκίας σμηʹ, ἀπὸ δὲ τῆς ἀναλήψεως Χριστοῦ μβʹ. 434 Ὁ τοίνυν πολυμαθὴς Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι περὶ τῶν Ἀντιόχων καὶ Σελεύκων καὶ Πτολεμαίων τε καὶ τῶν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησαμένων ἀρ χιερέων διεξιὼν ἐν ἐπιτομῇ τοιάδε φησίν· ὁ οὖν Ἀλέξαν δρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἕκτον ἄγων ἔτος τῆς βα σιλείας ∆αρεῖον τὸν Ἀρσάμου χειρωσάμενος καθεῖλε τὴν Περσῶν δυναστείαν διαρκέσασαν ἀπὸ Κύρου μέχρι ∆αρείου ἔτη σλʹ. τῆς δὲ τῶν Μακεδόνων βασιλείας κατασχούσης ἀπὸ Κραναοῦ ἕως Ἀλεξάνδρου ἔτη φιηʹ, καὶ τούτου τελευ τήσαντος ἐν Βαβυλῶνι, διαδέχονται τὴν ἀρχὴν τῆς μὲν Μακεδονίας Φίλιππος, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Αἰγύπτου Πτολεμαῖος ὁ Λαγοῦ, τῆς δὲ Συρίας Σέλευκος. καὶ οἱ μὲν τῆς Συρίας βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οὗτοι· Σέλευκος ὁ Νικάνωρ, Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτήρ, Ἀντίοχος ὁ Νόθος, Σέλευκος ὁ Καλλίνικος, Ἀλέξανδρος, Ἀντίοχος, Σέλευκος ὁ Φιλοπάτωρ, Ἀντίοχος ὁ Ἐπιφανής, ὃςὈνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων παύσας τῆς ἱερωσύνης ὡρμήθη μεταστῆσαι τὸ πᾶν ἔθνος τῆς πατρῴου θρησκείας, καὶ τὸ μὲν ἱερὸν μιάνας Ὀλυμπίου ναὸν προσηγόρευσεν, τὸ δὲ ἔθνος κολάσεις ἀνηκέστους ἐπάγων ἑλληνίζειν ἠνάγκαζεν. ἐφ' οὗ καὶ οἱ Μακκαβαῖοι ἐμαρτύρησαν, τὸ δὲ ἱερὸν ἔτεσι τρισὶν ἐρημωθὲν Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος καθάρας 435 τῶν ἀσεβῶν τὴν χώραν ἀνενεώσατο. εἶτα ἐβασίλευσεν Ἀν τίοχος ὁ Εὐπάτωρ, ∆ημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλᾶ, ∆ημήτριος ὁ Νικάνωρ, Ἀντίοχος, Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδίτης, ∆ημήτριος, Ἀντίοχος ὁ Γρυπός, Ἀντίοχος ὁ Κυζικηνός, Σέλευκος ὁ τοῦ Γρυποῦ, ἐφ' οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω, καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σνʹ. Οἱ δὲ τῆς Αἰγύπτου βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οἵδε· Πτολεμαῖος ὁ Λαγοῦ, ἐφ' οὗ Μένανδρος ὁ κω μῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφραστος ὁ φιλόσοφος, Πτολε μαῖος ὁ Φιλάδελφος, ἐφ' οὗ οἱ οʹ Ἑβραίων σοφοὶ τὸν νό μον ἡρμήνευσαν, Πτολεμαῖος ὁ Εὐεργέτης, ἐφ' οὗ ὁ τὴν πανάρετον σοφίαν συντάξας Ἑβραίοις Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ Φιλοπάτωρ, ἐφ' οὗ τῶν Ἑβραίων ὁ λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύπτῳ τοιοῦτόν τι πέπον θεν· προστάξας γὰρ οὗτος τοῖς ἑαυτοῦ ὑπασπισταῖς ἐλέφαν τας φʹ εὐτρεπίσαι καὶ τούτους ποτίσαι οἴνῳ λιβανωτῷ, ἵνα μεθυσθέντες τοὺς Ἰουδαίους ἀποκτείνωσιν, τῶν δὲ προσ ευξαμένων, οἱ ἐλέφαντες εἰς τοὺς ἑαυτῶν στρατιώτας τε καὶ δήμους ἐξορμήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθειραν, καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισω 436 θέντες ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια τῷ εὐεργέτῃ θεῷ εὐχαριστοῦντες. εἶτα βασιλεύει Πτολεμαῖος ὁ Ἐπιφανής, Πτολεμαῖος ὁ Φιλομήτωρ, Πτολεμαῖος ὁ Εὐεργέτης, Πτολε μαῖος ὁ Σωτήρ, Πτολεμαῖος ὁ Ἀλέξανδρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ ∆ιονύσιος, Κλεοπάτρα ἡ τούτου θυγάτηρ, ἣν Αὔγουστος ἀνελὼν ἐν ἔτει ιδʹ τῆς ἑαυτοῦ βασιλείας ἐκράτησε τῆς Αἰγύπτου καθελὼν τὴν βα σιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἔτεσι ςʹ. Οἱ δὲ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησάμενοι ἀρχιερεῖς εἰσιν οὗτοι· Ἰησοῦς ὁ υἱὸς Ἰωσεδὲκ ἅμα Ζοροβάβελ, Ἰάκιμος υἱὸς Ἰησοῦ, Ἐλιάσιμος Ἰακίμου, Ἰωδαὲ᾿σίμου, Ἰωάννης ὁ τοῦ Ἰωδαέ, Ἰαδδούς, ἐφ' οὗ