144
σώματος χωριζομένῃ, πολλὰς, ὡς λέγουσιν, ὑφισταμένῃ τὰς ὀδύνας· μᾶλλον δ' ἵν' αἰσθάνηται διπλῶν τῶν ὀδυνῶν, σοῦ τε καὶ σώματος χωριζομένη, καὶ μήδ' ἐν ᾅδου σοῦ δύνηται ἐπιλαθέσθαι, εἴ τις αἴσθησις τῶν τῇδε ψυχαῖς μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν.» Τούτων ὁ μέγας δομέστικος ἀκούσας, ἀνῴμωξέ τε πικρὸν, οὔπω πρότερον ἄχρι τότε τοῦτο παθὼν ἐπὶ τοῦ βασιλέως, ἀλλ' ἀεὶ μὲν ἔξω κοπτόμενος καὶ θρηνῶν, ἔνδον δὲ μάλιστα σπουδάζων ἐγκρατὴς εἶναι ἑαυτοῦ· τότε δὲ ὑπὸ τοῦ πάθους ἤδη λαμπρῶς νενικημένος, ἔστενέ τε βύθιον ἐκ καρδίας καὶ τὸν ἑταῖρον ἀνεκλαίετο, ὡς καὶ τοὺς ἔξωθεν αἰσθομένους τῆς ὀλωλυγῆς, τετελευτηκέναι νομίσαι βασιλέα. ἐπιπολὺ μὲν οὖν ὁ θρῆνος παρετάθη, καὶ τῶν ἄλλων τῶν παρόντων πάντων συνθρηνούντων· ἐπεὶ δὲ ἱκανῶς εἶχεν, αὐτῷ ὁ βασιλεὺς αὖθις, τὸ μὲν θρηνεῖν, εἶπεν, ἐᾷν οὐκ ἂν κατὰ καιρὸν, ἐπὶ τῆς κλίνης δὲ ἀνελθόντα, τὸ προστεταγμένον ποιεῖν. ἐπειδὰν δὲ ὁ τοῦ θρηνεῖν ἀφίκηται καιρὸς, σύ τε κλαύσῃ πολλὰ πολλάκις καὶ αὐτὸς ὡς νεκρὸς ἀπὸ καρδίας ἐπιλησθήσομαι τῶν ἄλλων ἀνθρώπων· εἴθε δὲ καὶ τῆς σῆς μέρος τι μικρὸν τῆς μνήμης τῆς ἐμῆς ἠδυνήθην ἐκβαλεῖν! Ἀνῆλθε μὲν οὖν ὁ μέγας δομέστικος ἐπὶ τῆς βασι 1.409 λέως κλίνης· καὶ τῆς κεφαλῆς ἡμμένος, τὸ μέλλον ἀπεσκόπει, δάκρυα προχέων ἀψοφητί. ἤδη δὲ ἠργμένης τῆς νυκτὸς, τό, τε σφύζειν παντελῶς ἀπέλιπε βασιλέα καὶ οὐκέτι ἀμφιβάλλειν ἦν περὶ τῆς τελευτῆς. περὶ δὲ ὥραν αὐτῆς τετάρτην ἐπυνθάνετο τῶν ἰατρῶν ὁ βασιλεὺς τὸν χρόνον ὁπόσον ἂν αὐτῷ νομίζοιεν διαρκέσειν τὴν ζωὴν, καὶ ἐκέλευε σὺν ἀληθείᾳ ἀπαγγέλλειν. οἱ δ' ἅμα καὶ θρηνοῦντες ἄχρι νύκτα ἔλεγον οἴεσθαι ἐξήκειν. οὐ πολλοῦ δὲ χρόνου διαλιπόντος, τά τε ἄκρα ψύχεσθαι ἤρχετο, ἀπολείποντος τοῦ ζωτικοῦ, καὶ αὐτὸς ἤδη καὶ τὰ μέλη παρεῖτο καὶ τὴν φωνήν. καὶ κνῆμαι μὲν ἐμελαίνοντο ἄχρι γονάτων, πήχυς δὲ χειρῶν οὐδὲν ἦσαν ἀψύχων ἀπεοικυῖαι, βλέφαρά τε τῶν φυσικῶν ἐκλυθέντα τόνων, καθίεντο τοῦ μέτρου πλέον, καὶ ῥὶς ἀπωξύνετο ἐπιπολὺ καὶ κρόταφοι συνεπεπτώκεσαν, καὶ πάνθ' ὅσα τελευτῆς τεκμήρια παῖδες ἴσασιν ἰατρῶν γινόμενα ἦν ὁρᾷν, ὡς καὶ αὐτοὺς καὶ τῆς προθεσμίας οἰηθῆναι πρότερον τελευτήσειν. ὅσα μὲν οὖν ἦν ἀναγκαῖα πρὸς ταφὴν, πάντα ἤδη ἐπεπόριστο, καὶ οὐδὲν ἦν ἕτερον οὐδένα προσδοκᾷν πλὴν ταφῆς. βασιλεὺς δ' ἀμυδρᾷ φωνῇ καὶ οἷον ἤδη ἐκλειπούσῃ, εἰ τῶν ἱερῶν ὑδάτων τῶν ἐκ τῆς ἀεννάου καὶ σωτηρίου πηγῆς τῆς θεομήτορος ἐκβλυζόντων εὑρεθῆναι ἠρώτα δυνατόν. Φακρασίνα δὲ τῶν τῇ βασιλίδι συνουσῶν μία γυναικῶν εὐγενῶν τῆς ἑσπέρας ἔφασκεν ἥκοντα ἐκ Βυζαντίου τῶν αὐτῆς τινα οἰκετῶν, τῶν ἱε 1.410 ρῶν ὑδάτων κεκομικέναι· ἅμα δὲ καὶ φέρουσα παρείχετο σὺν σπουδῇ. προσαχθέντων τε τῷ στόματι βασιλέως ἐδόκει μὲν καταβροχθίσαι, καὶ ἐθαυμάζετο παρὰ πάντων, ὅτι καίτοι τὰ τελευταῖα πνέων, οὐκ ἀπέσχετο τῆς περὶ τὰ σεβάσμια καὶ πίστεως καὶ τιμῆς. ὅμως δὲ οὐδὲν ἧττον ἐγγίζειν ἐδόκει ταῖς ᾅδου πύλαις· χρισθείσης δὲ αὐτῷ καὶ τῆς σαρκὸς ἐξ ἐκείνων τῶν ὑδάτων, ἡσύχασέ τε παντελῶς καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἄφωνός τε καὶ ἀκίνητος ἔμεινεν ὄρθρου ἄχρι παντελῶς, ζῆν μόνῳ πιστευόμενος τῷ ἀναπνεῖν. περὶ ὄρθρον δὲ ὥσπερ ἐκ τεθνεώτων ἀναβιοὺς «δόξα σοι, ὦ θεὸς,» εἶπεν. ἐρομένου δὲ ὅπως ἔχει τοῦ μεγάλου δομεστίκου, αὐτὸς μὲν εἶπεν οὐκ εἰδέναι, εἰδείη δ' ἂν ὁ πάντα γινώσκων θεός. προσελθὼν δ' ὁ τῶν ἰατρῶν προέχων καὶ τῆς χειρὸς ἁψάμενος τῆς βασιλέως, ἐδόκει μὲν σφύζειν ἀμυδρῶς· τῷ παραλόγῳ δὲ τοῦ πράγματος οἰόμενος ἠπατῆσθαι οὐδεμία γὰρ ὑπελείπετο ἐλπὶς τοῦ ζήσεσθαι αὐτὸν ἀνηρεύνα τε αὖθις ἐπιμελῶς καὶ περιειργάζετο τοὺς σφυγμοὺς καὶ τὰς χεῖρας περιέψα. ὡς δὲ ἐπείθετο οὐκ ἠπατημένος ὢν, ἐξεπέπληκτό τε τοῦ πράγματος τῷ παραδόξῳ καὶ «μέγας ὁ θεὸς» ἀνεβόησεν «ὁ μόνος δυνάμενος εἰς ᾅδου κατάγειν πύλας καὶ ἀνάγειν αὖθις ἐκεῖθεν.» περιστησάμενος δὲ καὶ τὸν ἄλλον ὅμιλον τῶν ἰατρῶν ὥσπερ ὑπ' ἐκπλήξεως οὐδ' ἑαυτῷ θαῤῥῶν, εἰ καὶ αὐτοῖς τὰ ἴσα περὶ βασιλέως ἐπυνθάνετο δοκεῖ. συνθεμένων δὲ καὶ αὐτῶν, ἔκπληξις μὲν πάντας εἶχε καὶ χαρὰ