144
πολιορκητικὰς μηχανὰς προσάγοντες τὸ τεῖχος κατέσειον. καὶ οἱ ἐντὸς δὲ ἀπονοίᾳ μᾶλλον η προνοίᾳ ἀντικαθίσταντο στρατηγούμενοι. ἀναβαίνουσι δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εικοσιν, ειτα ἑκατοντάρχαι Σοσσίου. ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα. ἁλόντος δὲ τοῦ εξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως, εἰς τὸ ἐντὸς ἱερὸν καὶ τὴν ανω πόλιν ̓Ιουδαῖοι συνέφυγον. ἑάλω 1.362 δὲ καὶ ταῦτα, καὶ ην απαντα φόνων μεστά. ὁ δ' ̓Αντίγονος, μήτε τῆς τότε τύχης μήτε τῆς πάλαι μεμνημένος, κάτεισιν ἐκ τῆς βάρεως καὶ προσπίπτει τοῖς Σοσσίου ποσί. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν καὶ ἐπεκρότησε καὶ ̓Αντιγόνην ἐκάλεσε καὶ δήσας ἐφύλαττεν. ὡρμηκότων δὲ τῶν συμμάχων ἐπὶ θέαν τοῦ ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων, ὁ βασιλεὺς ̔Ηρώδης τοὺς μὲν παρακαλῶν, τοῖς δὲ ἀπειλῶν, ἐνίους δὲ καὶ τοῖς οπλοις ἀνέστελλεν, ἐκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, αὐτὸς τοὺς μισθοὺς διανεμεῖν ἑκάστοις οικοθεν ὑπισχνούμενος. καὶ ουτω τὸ λοιπὸν περισώσας τῆς πόλεως τὰς ὑποσχέσεις ἐπλήρωσεν. αὐτῷ δὲ Σοσσίῳ βασιλικώτατα ἐδωρήσατο. ος ἀνέζευξεν ἐξ ̔Ιεροσολύμων τῷ ̓Αντωνίῳ δεσμώτην αγων ̓Αντίγονον. δείσας δ' ̔Ηρώδης μὴ κομισθεὶς εἰς ̔Ρώμην ̓Αντίγονος δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἑαυτὸν μὲν ἐκ βασιλέων ἀποδεικνύων, ̔Ηρώδην δὲ ἰδιώτην, καὶ ὡς, καν αὐτὸς εἰς ̔Ρωμαίους ἐξήμαρτε, προσῆκεν ἡ βασιλεία τοῖς αὐτοῦ παισί, πείθει χρήμασι πολλοῖς τὸν ̓Αντώνιον ἀνελεῖν τὸν ̓Αντίγονον. καὶ ὁ μὲν ἀνῄρητο, ἡ δὲ ἀρχὴ ἐκ τοῦ τῶν ̓Ασαμωναίων γένους ἀφῄρητο, ἐπ' ετεσιν ἑκατὸν καὶ εικοσι διαρκέσασα, μετέβη δὲ εἰς ̔Ηρώδην τὸν ̓Αντιπάτρου, ἰδιωτικοῦ τυγχάνοντα γένους καὶ οἰκίας δημότιδος. Ουτω δὲ τῆς ολης ̓Ιουδαίας ̔Ηρώδης ἀναθέμενος τὴν ἀρχήν, τοὺς μὲν τὰ αὐτοῦ φρονοῦντας προσήγετο, τοὺς δ' ἐναντιουμένους ἐκόλαζεν. ἐτίμα δὲ μάλιστα Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν τὸν τούτου μαθητήν· τῆς γὰρ πολιορκίας συνισταμένης 1.363 συνεβούλευον ουτοι δέξασθαι τὸν ̔Ηρώδην. ὁ δὲ Σαμαίας ουτος, ὡς ηδη εμπροσθεν ειρηται, καὶ προεῖπεν ̔Υρκανῷ τε καὶ τοῖς δικάζουσιν ὡς περισωθεὶς ̔Ηρώδης απαντας αὐτοὺς μετελεύσεται. ἀπέκτεινε δὲ τῶν περὶ τὸν ̓Αντίγονον τεσσαράκοντα τοὺς πρώτους καὶ τὰς αὐτῶν οὐσίας ἀφείλετο, πέρας τε κακῶν ην οὐδέν. ̔Υρκανὸς μέντοι παρὰ Πάρθοις αἰχμάλωτος ων ἐπιεικοῦς ετυχε τοῦ Πάρθων βασιλέως Φραάτου, καὶ λυθεὶς τῶν δεσμῶν ἐν Βαβυλῶνι διάγειν παρεχωρήθη, ενθα καὶ πλῆθος ην ̓Ιουδαίων, οι τὸν ̔Υρκανὸν ὡς ἀρχιερέα καὶ βασιλέα ἐτίμων. μαθὼν δὲ τὸν ̔Ηρώδην παρειληφέναι τὴν βασιλείαν, διενοεῖτο μεταχωρῆσαι πρὸς αὐτόν, διά τε τὸ κῆδος καὶ μνησθήσεσθαι οἰηθεὶς αὐτὸν οτι κρινόμενον ἐπὶ φόνοις τοῦ κινδύνου ἐρρύσατο. οἱ δ' ἐν Βαβυλῶνι ̓Ιουδαῖοι μένειν ἠξίουν αὐτόν, ὡς ἀρχιερέα καὶ βασιλέα τιμώμενον παρ' αὐτῶν, καὶ οτι καὶ ἀπελθὼν τυχεῖν τῆς ἀρχιερωσύνης ἀδυνατεῖ, λελωβημένος τὸ σῶμα ὑπ' ̓Αντιγόνου. οἱ μὲν ουν ἐκώλυον, ὁ δ' οὐκ ἐπείθετο, αὐτός τε ποθῶν ἐπανελθεῖν καὶ παρὰ ̔Ηρώδου παρακαλούμενος. ̔Ηρώδης δὲ καὶ πρὸς Φραάτην πρεσβείαν ἐποιήσατο καὶ δῶρα επεμψεν, ἀξιῶν μὴ κωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας. ην δὲ οὐχ ὑπὲρ ̔Υρκανοῦ ἡ σπουδή, ἀλλ' οτι μὴ κατ' ἀξίαν ηρχεν, ἐδεδοίκει τὰς ἐξ εὐλόγων μεταβολάς, καὶ εσπευδεν η ἐκποδὼν θέσθαι τὸν ̔Υρκανόν, η τέως ἐν χερσὶν εχειν. ἐνδεδωκότος δὲ τοῦ Πάρθου τὴν ἀναχώρησιν, ἀπελθὼν ̔Υρκανὸς διὰ πάσης ηγετο τιμῆς πρὸς ̔Ηρώδου, πατήρ τε καλούμενος καὶ παρὰ τὰς ἑστιάσεις προκατακλινόμενος καὶ παντοίως ἐξαπατώμενος, ινα μὴ ἐπιβουλευόμενος αισθηται. 1.364 Εὐλαβούμενος δ' ὁ ̔Ηρώδης τῶν ἐπισήμων τινὰ ἀποδεῖξαι ἀρχιερέα, ἐκ Βαβυλῶνος μεταπεμψάμενος ἱερέα τῶν ἀσημοτέρων ̓Αναὴλ ονομα, τούτῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν. ̓Αλεξάνδρα δὲ ἡ πενθερὰ ̔Ηρώδου, παῖδα εχουσα ἐξ ̓Αλεξάνδρου τοῦ ̓Αριστοβούλου ωρᾳ κάλλιστον, καλούμενον ̓Αριστόβουλον, χαλεπῶς εφερε τὴν παρόρασιν τοῦ υἱοῦ· καὶ γράφει τῇ Κλεοπάτρᾳ αἰτήσασθαι τῷ