144
τήνδε δίκην ἐθέλουσι δικάσαι. ∆ωσιδίκουσ. ἐκδότους τῇ δίκῃ. ∆ωσιάδης καὶ ∆ωσίδασ. ὀνόματα κύρια. ∆ώσων. κύριον. ουτως ἐκαλεῖτο ὁ εις τῶν ̓Αντιγόνων, ὁ υἱὸς ∆ημητρίου, ος εγημε Χρυσίνδα τὴν μητέρα Φιλίππου τοῦ ὑπὸ ̔Ρωμαίους γινομένου. ειρηται διὰ τὸ φιλότιμον καὶ διὰ τὸ πολλὰ διδόναι καὶ χαρίζεσθαι. ∆ώτῃ. μεταδοτικῷ· εὐσεβεῖ. ̔Ησίοδος· ∆ώτῃ μέν τις εδωκεν, ἀδώτῃ δ' ουτις εδωκε. †∆ωδάσ. τελεία θυσία.† †∆ωδεσκήϊδεσ. δώδεκα θυσίαι.† †∆ωμητύσ. κατασκευή.† ∆ώτωρ. κύριον. *ὁ δωρούμενος.* (Θηλυκόν.) ∆ωρεά. τὸ δῶρον καὶ δόσις ἀναπόδοτος. ∆ωροδοκία. ἡ δωροληψία. delta.588 ∆ωρογραφή. οτάν τις αἰτίαν εχῃ τῶν πολιτευομένων δῶρα λαβεῖν. ∆ωροξενία. οτάν τις γραφῇ ξενίας καὶ δῶρον δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέγεται. ∆ωρίππη. κύριον. ∆ωρίς, ∆ωρίδοσ. ἡ κλητικὴ ω ∆ωρί. ∆ωδεκάκρουνοσ. κρήνη ἐν ̓Αθήναις. Θουκυδίδης ἐννεάκρουνον λέγει. ∆ωνατική. διάδοσις διδομένη παρὰ τοῦ βασιλέως τοῖς στρατεύμασι. ∆ωδώνη. ορος. ∆ωμητύσ. τὸ κτίσμα. ∆ώσ. ἡ δωρεά. δὼς ἀγαθή. ἰστέον, οτι τὸ δὼς ὀξυτόνως λέγεται παρὰ τὸν δώσω μέλλοντα, καὶ εστιν ακλιτον· ἐπειδὴ τὰ εἰς ˉωˉς μονοσύλλαβα θηλυκὰ περισπῶνται, καὶ κύρια ἐστὶν, οιον· ἡ Κρῶς, ἡ Κλῶς, ἡ Κῶς· εἰσὶ δὲ ὀνόματα πόλεων. ἐπειδὴ ουν τὸ δὼς, θηλυκὸν ον, οὐκ εστι κύριον, ἀλλ' ουτε δὲ περισπᾶται, τούτου χάριν εστιν ακλιτον. ∆ωτύς, δωτύοσ. τῆς τροφῆς. ∆ωτίνη. ἡ δωρεά. γέγονε παρὰ τὸν δώσω μέλλοντα δωσίνη, καὶ τροπῇ τοῦ ˉς εἰς ˉτ δωτίνη. η ἀπὸ τοῦ δέδοται γίνεται δοτὸς καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ˉο μικροῦ, καὶ κατ' εκτασιν δωτίνη, διὰ τοῦ ˉω μεγάλου. ωσπερ σιτοδοτῆρες. delta.589 καὶ ταμίαι παρὰ νηυσὶν εσαν σίτοιο δοτῆρες- οἱονεὶ κατ' εκτασιν. -θεοὶ δωτῆρες ἐάων. καὶ ∆ιόνυσος, ∆ιώνυσος. ∆ῶ. τὸ οικημα κατὰ ἀποκοπήν. ∆ωδεκάβοιον. δώδεκα βοῶν αξιον. ∆ωδεκατημόριον. μοίρας δωδεκάτης. ∆ωδεκάδωρον. τὸ παλαιστῶν ον δώδεκα. δῶρον γὰρ ἡ παλαιστή. ∆ῶμα. τὸ οικημα, μέγα. δόμα δὲ, τὸ δῶρον, μικρόν. δῶμα. τὰ εἰς ˉω λήγοντα βαρύτονα πολλάκις μεταβάλλουσι τὸ παρατέλευτον ˉε εἰς ˉω· δέμω, δωμῶ, νέμω, νωμῶ. ἐκ δὲ τοῦ δωμῶ δωμήσω γίνεται δώμημα καὶ κατὰ συγκοπὴν δῶμα. ουτω Φιλόξενος. αλλοι δὲ ἀπὸ δέμω δόμα καὶ δῶμα κατ' εκτασιν. ∆ωμάτιον. οικημα μικρόν. ∆ωρητόν. τὸ εἰς δῶρον διδόμενον. ∆ώρημα, ˉη· δώριμον δὲ, ˉι. δώριμον ειδός σου προσάγει τις. ∆ώριον. ητοι μέλος ∆ωρικόν. ∆ῶρον. ἡ παλαιστή. ἀπὸ τοῦ τὰ πλεῖστα διὰ τῆς χειρὸς ἡμᾶς *αγειν καὶ* δωρεῖσθαι, ἀφ' ης μετρεῖται ἡ παλαιστή. ∆ῶρον. τὸ ξένιον. δῶρον τὸ διδόμενον. παρὰ τὸν δώσω μέλλοντα γίνεται δῶρον, δῶόν τι ον· καὶ πλεονασμῷ τοῦ ˉρ, δῶρον. η δοκεῖ σημειῶdelta.590 δες ειναι τὸ ονομα, καὶ διὰ τοῦ ˉω μεγάλου γράφεται. ωσπερ καὶ τὸ ἁλωτός. οὐδὲν γὰρ ονομα ἀπὸ τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι διὰ τοῦ ˉω μεγάλου γράφεται. διὸ καὶ τὰ παρ' αὐτῷ συγκείμενα διὰ τοῦ ˉω μεγάλου γράφονται· οιον· ̓Αθηνόδωρος, μεγαλόδωρος, αἰχμάλωτος, ἀνάλωτος. ουτω Θεόγνωστος. ∆ώτιον. τόπος. ∆ῶμα. παρὰ τὸ δομῶ, δομήσω, δεδόμηκα, δεδόμημαι, δόμημα, καὶ ἀποβολῇ τοῦ ˉμ καὶ κράσει τοῦ ˉο καὶ ˉη εἰς ˉω μέγα, δῶμα. ( ̔Ρῆμα.) ∆ῴη. ἀπὸ τοῦ δίδωμι, δώσω. -αικέ ποθι Ζεὺς δῴη- ὁ δεύτερος ἀόριστος εδων, καὶ τὸ ὑποτακτικὸν, ἐὰν δῶ, ἡ μετοχὴ ὁ δοὺς, τοῦ δόντος, καὶ τὸ εὐκτικὸν δοίην. ωσπερ θεὶς, θέντος, θείην. καὶ κατ' εκτασιν τοῦ ˉο εἰς ˉω δῴην καὶ δῴη. ∆ώομεν. δώσομεν. ∆ωρίζει. ὡς οἱ ∆ωριεῖς ᾳδει. ∆ωριάζειν. παραγυμνοῦσθαι. παραφαίνουσι γὰρ οἱ ∆ωριεῖς τὸ σῶμα παρὰ τὸ μηδὲ ζώνας εχειν. ∆ωρησάμενοσ. ἀντὶ τοῦ δωροδοκήσας. δωρησάμενος χρήμασι μεγάλοις. ∆ωροδοκήσαντα. οὐ μόνον δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν. ∆ωσείων. ἐπιθυμῶν δοῦναι. delta.591 ∆ώωσι καὶ δώῃσιν. εἰ δέ κε μὴ δώωσιν. εστι δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος εδων, καὶ τὸ ὑποτακτικὸν ἐὰν δῶ· τὸ πρῶτον τῶν πληθυντικῶν, ἐὰν δῶμεν, δῶτε, καὶ τὸ τρίτον δῶσι καὶ πλεονασμῷ τοῦ ˉω δώωσι. delta.592 ( ̓Επίῤῥημα.) ∆ωριστί. ὡς οἱ ∆ωριεῖς ᾳδουσιν. ̓Αριστοφάνης· τὴν δωριστὶ μόνην ἁρμονίαν ἁρμόττεσθαι