144
τὴν ἁμαρτίαν; ὁ τὸν παῖδα ποιήσας, καὶ σὲ ἐποίησεν. Ὅ σοι τὰς ἀφορμὰς παρεχόμενος, καὶ τῷ παιδὶ παρέξει τὰς τοῦ βίου διεξαγωγάς. Μὴ προφασίζου τοὺς παῖδας, ὁ πλεονέκτης. Παῖδές εἰσιν; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Θησαυρὸς δέ ἐστιν εὐσέβεια χρημάτων. Κατάλειπε παισὶν ἀγαθὴν μνήμην, ἢ πλοῦτον πολύν. Πάντας 95.1500 ποίησον τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀνηλικίᾳ καταλείψεις τῶν προεστώτων δεόμενον. Ἐὰν καλὸς ᾖς καὶ ἀγαθὸς, ἕκαστος τὸν σὸν ἔγγονον ὥσπερ ἴδιον ἐκθρέψει. Μεμνήσεται, γὰρ ὅτι καὶ σὺ ὀρφανῶν ἐγένου πατήρ. Ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, εἶτα ὑπεξῆλθες τοῦ βίου, κατέλιπες τὸν σὸν ἔγγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασάμενος φοβεῖται, μήποτε εἰς ἡλικίαν ἐλθὼν μιμήσηται τὸν πατέρα, οὕτω καὶ τὰ σὰ ἔγγονα πονηρίας πατρικῆς εἶναι κληρονόμα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν παρὰ πάντων ἐπιβουλευθήσονται. Τί οὖν πολλοὺς ἐπιβούλους καὶ ἐχθροὺς συνάγεις τοῖς σεαυτοῦ τέκνοις; ∆οῦλοι ὄντες ἐλευθερούμεθα, καὶ τοὺς ὁμοδούλους οὐκ οἰκτείρομεν. Πεινῶντες τρεφόμεθα, καὶ τὸν ἐνδεῆ παρατρέχομεν ἀνενδεῆ, χορηγὸν καὶ ταμίαν Θεὸν ἔχοντες, φειδωλοὶ ἐγενόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας. Πολύτοκα ὑμῶν τὰ πρόβατα, καὶ οἱ γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν ἐστενωμένον οὐκ ἐλεοῦμεν. ∆ιὰ τοῦτο ἡμῖν ἀπειλεῖ τὸ δίκαιον κριτήριον· διὰ τοῦτο καὶ ὁ Θεὸς οὐκ ἀνοίγει τὴν χεῖρα, ἐπειδὴ τὴν φιλαδελφίαν ἡμεῖς ἀπεκλείσαμεν· διὰ τοῦτο ξηραὶ αἱ ἄρουραι, ἐπειδὴ ἡ ἀγάπη ἐψύχη. Ὁ δεῖνα τὸν πλοῦτον θηριομάχοις προσαναλίσκων. καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαίνοις, καὶ μεγαλοφρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ. ∆ιδάσκαλον λέγεις, καὶ τῶν μαθητῶν οὐ φρονεῖς. Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα παραπέμπῃ. Τί ἰδέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁ διδάσκαλος προετείνατο· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; Εἴ σοι προέβαλε πόνους γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, καὶ ὅσα τοῖς χειμαζομένοις ἐπίπονα πρόσεστιν, ἔδει σε λυπηθῆναι. Εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, καὶ οὐδένα πόνον ἐχούσης, οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀποδείξειν, οὐ χαίρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ' ἀπέρχῃ ὀδυνώμενος τῇ ψυχῇ καὶ πενθῶν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπόνηται. Εἰ γὰρ οὐκ ἐφόνευσας, ὡς σὺ ἔφης, οὐδὲ ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ πάντων σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι' οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγείλατο κολοβώματα μελῶν ἐκ φύσεως ἢ ἀῤῥωστίας προσόντα σοι διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων. Ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε βούλεται ποιῆσαι τοῖς καιριωτάτοις ἐλλείποντα, οὐδὲ ἔχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθρωπάζεις, ἐκείνης τῆς ἐντολῆς δῆ 95.1501 λον μακρὰν ὑπάρχων, καὶ ψεῦδος ἑαυτῷ προσμαρτυρήσας, ὅτι ἠγάπησας τὸν, πλησίον ὡς σεαυτὸν, καὶ ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγάπης, καὶ τοσοῦτον ἀπέδωκας ἑκάστῳ. Πόθεν σοι ἡ τῶν χρημάτων αὕτη περιουσία; δαπανητικὸν γὰρ πλούτου, ἡ θεραπεία τῶν δεομένων. Τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ἡμῶν ἐπιβουλὴν περιέτρεψεν, συνεργὰ πρὸς τὸ ζῇν; μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρήματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; ὅρα μὴ μετὰ μυρίων πόνων πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾶ τιμωρούμενος. Πάντα χρυσὸν βλέπεις· πάντα χρυσὸν φαντάζῃ. Τοῦτό σοι καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ἀπὸ μανίας παράφοροι, οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται, οὕτως σου ἡ ψυχὴ τῇ φιλοχρηματίᾳ κατασχεθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει.