μηκέτι παρὰ σὲ μολὼν ἀλήθῃ λόγους. μὴ τοίνυν κάμνῃς, ἄνθρωπε, τοῦτο κἀκεῖνο λέγων· ἄρξου συντόμως ἀπ' αὐτῶν αὐτοῦ τῶν προπατόρων. τοῦτο γὰρ εἶδος καθαρὸν καὶ τάξις ἐγκωμίου, τὸ διδάξαι τοὺς ἐφεξῆς πόθεν ἡ τούτου ῥίζα.» Ἐγὼ λιπὼν τοὺς δὲ λοιποὺς αὐτῷ καὶ τούτῳ μόνῳ ὡς ἔχει διαλέξομαι σαφῶς τὰ περὶ τούτου. εἴθε γοῦν ἑτεροφυές· καὶ μάθε πόθεν ἔφυς. ἀκήκοά ποτέ τινος τάδε λαλοῦντος πρός με· καὶ γὰρ εἰς τοὺς προπάτορας ἔφασκε λόγους ἔχειν, ὅτι τὰς χώρας τῶν Περσῶν σπουδάζοντες ἐκφεύγειν, ἡνίκα τὴν ἀνατολὴν ἀφειδῶς κατεπόρθουν, ἀνόμοις ἄλλοις καὶ φθόροις συνέπιπτον βαρβάροις, Πάρθοις, Οὔννοις, Ἀγαρηνοῖς, Κωμάνοις, Ἀρμενίοις, ὑφ' ὧν συλλαμβανόμενοι παραυτὰ καθ' ἑκάστην, οἷα φιλοῦσιν βάρβαροι δρᾶν ἐν τοῖς αἰχμαλώτοις, τοῦτο δὴ κἂν τῇ μάμμῃ σου δεδράκασιν ἀθλίως. ὅθεν, ὡς ἔστι συνιδεῖν ἐντεῦθεν ἀδιστάκτως, γένος τὸ σὸν ἐνόθευσεν ἡ θαυμαστή σου μάμμη· καὶ γὰρ καὶ παῖδα τέτοκεν ἐξ αὑτῆς ἡ γενναία, τοῖς προλεχθεῖσιν ἔθνεσιν ἀσέμνως συμπλακεῖσα· ἐξ οὗ μετὰ τῶν ἀδελφῶν †κατά τε† τῶν ἰδίων. Ἔνθεν ἐγώ σε Λιβυκὸν ἀποκαλῶ θηρίον, οὐ μήν τινα τῶν εὐγενῶν, ὡς αὐχεῖς, ἐκομπώθης. λέγουσιν οἱ φιλόσοφοι τοιάδε τῶν Ἑλλήνων, ὧν εἷς καὶ πρῶτος πέφυκεν Ἀριστοτέλης εἶναι, ὡς ἔστι τόπος ἄνυδρος, ὁ τόπος τῆς Λιβύης, μιᾶς καὶ μόνης ἐν αὐτῇ πηγῆς βραχείας οὔσης, ἐφ' ᾗ καὶ συναγόμενα τὰ πανταχοῦ θηρία πρὸς τὸ παραμυθήσασθαι τὸν καύσωνα τῆς δίψης φύρδην ποιοῦνται τὰς αὐτῶν ἐκεῖσε συνουσίας, ὅταν καιρὸς πρὸς συμπλοκὴν κατάγεται †εἰς αὕτα†. διὸ καὶ τὸ γενόμενον ἐκ τῶν πολλῶν γεννάδων Λιβυκὸν ὡς πολύσπορον ὠνόμασται θηρίον. Ἔξεστι δὲ καὶ γραφικὴν ἐπαγαγεῖν σοι ῥῆσιν, ὅπως εἴη τὰ κατὰ σὲ κακῶς κεκυρωμένα, ὡς Ἀμορραῖός σοι πατήρ, ἡ μήτηρ δὲ Χετταία. οὐδὲν οὖν κατεψεύσατο κἂν ὅστις ἦν ἐκεῖνος, ὁ τὴν ἀφήγησιν εἰπὼν ἐμοὶ τὴν προκειμένην, εἰς ἔργον τὸ λεχθὲν αὐτῷ σοῦ νῦν ἐξενεγκόντος. ἔτι γὰρ γλῶσσαν πάτριον καὶ στενὴν κεκτημένος, βαρβάρους ὡς ἂν εἴποι τις ὡς μηδὲ χρὴ λαλῆσαι, καὶ μὴ μαθών, ὡς ἔοικεν, ἀκμὴν τὰ τῆς Ἑλλάδος, τούτου χάριν ἐπιφοιτᾷς πρὸς †γρύκων† τοὺς λογίους, μανθάνων στίχους †τρίκιστους† καὶ πρὸς ἡμᾶς ἐκπέμπων. ἀλλὰ καὶ γράμμα τῶν Μουσῶν ἐνηγωνίζου μάτην, ὀλίγα γὰρ προέκοψας ὀψιμαθὴς ἐν βίῳ. Ἀλλ' αὕτη μὲν τῆς σῆς σειρᾶς ἡ γενεαλογία, Περσῶν, Ἀράβων καὶ Σκυθῶν, Πάρθων καὶ Μήδων γόνε· τὸ δ' ἐπιτήδευμα οἷον, πλεῖόν τι καὶ ποικίλον. ὅμως τὸ πρῶτον εἴπωμεν τοῖς θέλουσιν ἐν πρώτοις. διττὴν τὴν τέχνην εἴρηκεν φιλόσοφος ὁ Πλάτων, πρακτικήν τε καὶ λογικήν, ὄντως γὰρ οὕτως ἔχει. ὧνπερ τὴν μίαν σὺ μαθών, ἀνατραφεὶς εἰς Κρήτην, καταλαβεῖν οὐκ ἴσχυσας οὐδ' ὅλως τὴν δευτέραν. ἣν οὐδὲ τέχνην ἔγωγε λελέξω τὸ παράπαν· μὴ νόμιζε τὴν λογικήν, τὴν πρακτικὴν γὰρ λέγω. τίς γὰρ πλινθοποιητικὴν ὀνομάσαιτο τέχνην; ἀλλ' οὐδὲ ταύτην ἀκριβῶς ἤσκησας, ὡς ἀκούω, ὡς ἀφυής, ὡς ὀκνηρός, ὡς ἀθύρμασι χαίρων, ἔτι τελῶν, ἔτι συνὼν μετὰ τῶν πηλοφόρων πρὸ τοῦ τὸ σχῆμα μετελθεῖν τοῦτο τῶν μοναζόντων. καὶ εἴπερ μου τοῖς †λίβασιν† πιστεύειν ἀπαναίνῃ, τὸν ὦμον ἀποκάλυψον, ἄρξου τὸν χιτωνίσκον, καὶ πάντας ὄψει τὰς οὐλὰς τὰς ἐκ τῶν καρδοπίων. καθάπερ γὰρ τοὺς Πέλοπος †μόνος ἐδίδου πέλας τὸ παρ' ἐλέφαντος ὠσὶν ὡρόμενοι ἀγρίοι†, οὕτω καὶ σὲ δηλοῖ κακαῖς αἰκίαις παραπέσειν. Ἀλλ' ἔδει πάντως, ἔδει σε μιᾷ καὶ μόνῃ τέχνῃ συμβιοτεύειν καὶ συζῆν, καὶ μὴ πολλὰς αἱρεῖσθαι καὶ ζημιοῦν τὸν ἀδελφὸν πλεονεξίας τρόπον. ὁ γὰρ θεὸς οἰκονομῶν τὰ καθ' ἡμᾶς χρησίμως τούτου χάριν πᾶσαν ἡμῖν ἐξεῦρεν ἐπιστήμην, ἵν' ὁ μὲν ταύτην μετιὼν πορίζοιτο τὴν χρείαν, ὁ δ<έ γ>' ἐκείνην ἐξασκῶν τὸ ζῆν ὡσαύτως ἔχοι. σὺ δὲ τὰς πάσας συλλαβὼν σχεδὸν ἐξ ἀπληστίας ἀποστερεῖν τὸν ἀδελφὸν πῶς οὐδὲν ἐλογίσω, τοῦ Παύλου κυριεύοντος νήφειν ἐξ ἀδικίας; καὶ γὰρ ποτὲ μέν, λέγουσιν, ὑπῆρχες πλινθοκόπος, ποτὲ δὲ πάλιν κηπουρὸς εἰς τὸ τζουκανιστήριν,