144
Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκε· Πάντες οἱ ἐπὶ γῆς προσκυνήσουσί σε μελῳδοῦντες, ᾄσουσι τὸ ὄνομά σου. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ' ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν ὅλων ὑμνεῖται Θεός· καὶ ὁ ∆εσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται. εʹ. "∆εῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· ὡς φοβερὸς ἐν βουλαῖς, ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Ἐπιστήσατε, φησὶ, τὸν νοῦν, καὶ κατανοήσατε τῶν ὑπὸ τοῦ Θεοῦ γινομένων ἕκαστον, καὶ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν θαυμάσατε, δι' ἧς τὸ τῶν ἀνθρώπων γένος ποδηγεῖται πρὸς εὐσέβειαν. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων νενόηκε. "Φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·" ὁ δὲ Σύμμαχος, Φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων. Φοβεραῖς γὰρ, φησὶ, καὶ θαυ μασταῖς μηχαναῖς, ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας. Εἶτα διηγεῖται τὰ πάλαι γινόμενα. ʹ. "Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί." Ὁ χρόνος ἐνταῦθα ἐνήλλακται· τὰ γὰρ παρεληλυθότα ὡς ἐσόμενα εἶ 80.1365 πεν. Οἱ δὲ ἄλλοι τὸν χρόνον ἐφύλαξαν. Καί φη σιν ὁ Σύμμαχος οὕτως, Μετέβαλε θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Θεὸς, ὁ καὶ ἡμῖν τὴν σωτηρίαν δωρούμε νος. ὁ πάλαι καὶ θάλασσαν καὶ ποταμὸν διαστή σας, καὶ τοὺς ἡμετέρους προγόνους ἀκινδύνως δια βῆναι κελεύσας. [Καὶ τοῖς ἔθνεσι χαρισάμενος τὴν πάροδον· ἣν ποιούμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγ γενεσίας ἀναπλάττονται· Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς χειρὸς τοῦ μεγάλου Μωϋσέως διέσχισεν ἔνθα καὶ ἔνθα τὴν Ἐρυθρὰν, οὕτω καὶ ἐνταῦθα διὰ τῆς χειρὸς τοῦ ἱερέως τὸν μὲν πιστεύοντα Χριστῷ λαὸν ἀνακαι νίζει, τὸν δὲ νοητὸν Φαραὼ μετὰ τῶν ἁρμάτων, τουτ έστι τὸν διάβολον μετὰ τῶν ἐπιθυμιῶν, βυθίζει. Ἴστε οἱ μεμυημένοι τί λέγω.] "Ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ." Τουτέστι παρὰ τὸν Ἰορδάνην· [̔Ως καὶ οἱ ἐξ ἐθνῶν παρὰ τὴν θείαν κολυμβήθραν· καὶ γὰρ τότε ὁ Ἰορδάνης διέστη τῷ λαῷ, καὶ νῦν ὁ Ἰορδάνης ὑποδεξάμενος τὸν τοῦ παντὸς Ποιητήν τε καὶ ∆ημιουργὸν τὴν τῶν ἀνθρώπων σωτηρίαν περιποιεῖ ται· τὸ γὰρ ὑπὲρ ἡμῶν ὑπεισελθὸν λουτρὸν, ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἅπαντας ἡμᾶς ἀνεγέννησε δι' ὕδατος καὶ Πνεύματος.] Τούτου γὰρ μνημονεύσαντες, καὶ διδάξαντες ὅπως αὐτὸν παρῆλθον οἱ πρόγονοι, ἐπ ήγαγον· "Ἐκεῖ εὐφρανθησόμεθα ἐπ' αὐτῷ." ζʹ. "Τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὑτοῦ τοῦ αἰῶνος." Ἀνώλεθρον ἔχει, φησὶ, τὸ κράτος, καὶ τὴν βασιλείαν ἀπέραντον. "Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν." Οὐ μόνον δὲ ἡμῶν κήδεται· ἀλλὰ καὶ πάσης προμηθεῖται τῆς οἰκου μένης, καὶ πᾶσι μικρὸν ὕστερον παρέξει τὴν οἰκείαν ἐπίγνωσιν. Οὕτω τοῦτο σαφῶς ὁ Προφήτης θεσπίσας, εἶτα τοῖς πνευματικοῖς ὀφθαλμοῖς τοὺς ἀντιλέγοντας τῷ κηρύγματι θεασάμενος, ἐναργῶς κομιδῆ καὶ τὴν ἐκείνων ἀπιστίαν τε καὶ ἀλαζονείαν προλέγει. "Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς." Τούτους ὁ μὲν Θεοδοτίων ἐκκλίνοντας κέκλη κεν· ἀφισταμένους δὲ ὁ Ἀκύλας. Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Οἱ ἀπειθεῖς μὴ ὑψούσθω σαν ἐν ἑαυτοῖς. Ὁρῶμεν δὲ καὶ τῆσδε τῆς 80.1368 προφητείας τὸ τέλος. Αὐτοὶ γὰρ οἱ τρεῖς ἣ τέττα ρες, οἱ τῇ ἀσεβείᾳ προσμείναντες Ἕλληνες, μέγα παρ' ἑαυτοῖς φρονοῦσιν, ὡς μὴ συναπαχθέντες τῷ πλήθει. Τούτοις ὁ προφητικὸς παρακελεύεται λό γος· "Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς." Παραπικραίνουσι γὰρ καθ' ἑαυτῶν τὸν δίκαιον κριτὴν, καὶ τὴν δικαίαν κόλασιν ἐπισπῶν ται. [Εἶτα τούτοις τὴν ἐπικειμένην τιμωρίαν δή λην ποιήσας ὁ προφητικὸς νοῦς ἐφ' ἕτερον μετατί θησι τὸν λόγον, πρόσωπον.] ηʹ. "Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτί σατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ." Τὸ ἀκου τίσατε, ἀκουτιστὴν ποιήσατε ὁ Σύμμαχος εἴρηκε. Μένουσι δὲ τὰ ἔθνη παρακαλοῦντες ἀπο στῆναι μὲν τῶν πατρῴων ἐθνῶν, τὸν δὲ αὐτῶν ὑμνῆσαι Θεὸν, καὶ τὴν τούτου δύναμιν τοὺς ἀγνοοῦν τας διδάξαι. Τοῦτο γὰρ εἶπεν, "Ἀκουτίσατε," ἀντὶ τοῦ, Καὶ τοὺς ἄλλους διδάξατε. θʹ. "Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν· καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου." Παρα δοὺς γὰρ δυσσεβέσιν ἀνθρώποις, οὐκ εἴασέ με παρατραπῆναι καὶ