144
ἀριστείας σου καὶ θεοσεβείας, ἃς περὶ τοὺς ἐν τοῖς αὐτόθι ὄντας ἢ καὶ διερχομένους ἀδελφοὺς ἡμῶν ἐργάζῃ, καὶ δοξάζω τὸν θεόν, ὅτι ὡς ἂν πατὴρ ἢ καθηγεμὼν ἤ τις ἄγγελος ἐκ θεοῦ ἀποσταλεὶς πρακτικεύεσαι τὰ πρὸς αὐτούς, ὃν μὲν παραινῶν, ὃν δὲ συμβιβάζων, καὶ ἄλλον μὲν τρέφων, ἄλλον δὲ παραπέμπων, ἕτερον δὲ συμμίγων μονοβιοῦντα, καὶ ἄλλον μὲν ἐνδύων, ἕτερον δὲ ἐφοδιάζων. καὶ τί δεῖ πολλὰ λέγειν; αὐτὸν ἐμὲ δοκῶ εἶναι ἐν σοὶ ἤ τινα τῶν εἰς δεξιόν μου ὀφθαλμὸν τελούντων. πόθεν σοι, ὦ δέσποτα πανσεβέστατε, ἡ φροντὶς αὕτη, πόθεν ἡ φιλία, πόθεν ἡ παράκλησις ἀλλ' ἐκ θεοῦ, τοῦ κατὰ τόπον καὶ χώραν ἔχοντος τοὺς ἑαυτοῦ ἐργάτας καὶ θεραπευτάς; αὐτὸς καὶ ἐν τῇ πάλαι ἐξορίᾳ ὡσαύτως ποιεῖν οὐ διέλιπες, ἡμᾶς αὐτοὺς σκεπάσας καὶ θεραπεύσας. ∆ιὰ πάντα τοίνυν ἔχεις ἡμᾶς ὑποχρέους προσευχῶν εὐχαριστηριῶν, μᾶλλον δὲ θεόν, τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰς εἰς τοὺς ἀδελφοὺς εὐποιΐας σου· παρ' οὗ σοι ἡ ἄφεσις τῶν ἁμαρτιῶν καὶ ἡ βασιλεία τῶν οὐρανῶν. 204 {1Ναυκρατίῳ τέκνῳ}1 Ἀδολεσχίᾳ ἠδολέσχουν, τί τὸ ἀποβησόμενον εἰς τοὺς ἀδελφούς· καὶ ὡς διὰ τῆς ἀπαγγελίας τοῦ γράμματός σου, τέκνον, ἔγνων αὐτοὺς διασεσωσμένους ἔτι μετὰ καὶ τοῦ Ὑπατίου (τοῦτο γὰρ ἡ ἐπὶ τῶν προτέρων φρουρῶν ἀνάπεμψις), τί δεῖ καὶ λέγειν ὅσον εὐθύμησα, εὐθάρσησα, εὐχαρίστησα, ἠγαλλιασάμην; καὶ γὰρ ὥσπερ τὸ μακάριον τέλος τοῦ ἁγίου μου Θαδδαίου κράτος γέγονεν, οὐ μόνον ἐμοὶ τῷ ταπεινῷ ὑμῖν τε τοῖς αὐτοῦ ἀδελφοῖς, ἀλλὰ καὶ πάσῃ τῇ ἐκκλησίᾳ, οὕτω καὶ τῶν ἔτι ἀθλούντων ἡ εὐανδρία καὶ διακαρτερία, ὥσπερ καὶ τὸ ἐναντίον ἐναντίως. ἔστιν οὖν ὁ δυναμῶν θεὸς καὶ πρὸς τὸ ἑξῆς κάλλιστα αὐτοὺς διαγωνίσασθαι, οὐ μὴν ἀλλὰ καὶ ἡμᾶς σὺν αὐτοῖς· οἱ μὲν γὰρ ἔδραμον καὶ ἐνίκησαν, κἂν οὐκ εἰς τὸ ἀεί, διὰ τὸ μὴ εἰδέναι τί τέξεται τὰ μετέπειτα, ἡμεῖς δὲ ἐπὶ παρασκευῆς μόνον, οὔπω δεδραμηκότες. ∆ιὸ ὑπομνήσκω, παρακαλῶ, κυλινδοῦμαι καὶ διὰ σοῦ πάντας παρασκευασμένους εἶναι, μεμελετημένους διὰ τὴν αἰφνίδιον ἁρπαγήν. οὐδεὶς ἐπὶ συμβολῇ πολέμου ἱστάμενος ἀμεριμνεῖ, οὐ φιλονεικεῖ, οὐ διακέχυται, οὐ γελωτοποιεῖ, οὐ μισοπονηρεῖ, οὐ κενεμβατεῖ· ἀλλὰ τί; γρηγορεῖ, προσεύχεται, συμφράττεται, συμπλέκεται καὶ πρὸ συμπλοκῆς, διωθεῖται τὰς ἐπιθυμίας, αὐταρκοτροφεῖ, ἀσχετεῖ κόσμου, ζωῆς, οἰκείου σώματος, πάντα κατὰ τὸν ἀπόστολον σκύβαλα εἶναι νομίζει διὰ Χριστόν. οἴδατε τί πέπονθεν ὁ ταπεινὸς Λουκιανός, ἵνα τοὺς ἄλλους ὡς οὐ τῶν δοκούντων εἶναί τι ἐάσω λέγειν; πῶς πέπτωκεν, πῶς γέγονεν ὑπὸ χεῖρα (φεῦ μοι λέγειν) τοῦ βασιλέως, μᾶλλον δὲ τοῦ διαβόλου; δέομαι ὑμῶν, προσεύχεσθε περὶ ἐμοῦ ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ τὸν ἄσωτον, τὸν ἀδρανῆ, τὸν ἄχρηστον ἡ δύναμις τοῦ Χριστοῦ, ἐν ᾗ ἐστι τὸ νικᾶν· ἐπεί, φησίν, χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Ταῦτα κἀγὼ περὶ ὑμῶν αἰτῶ μετὰ δακρύων καθ' ἑκάστην. ναί, δέομαι ὑμῶν, ἑτοιμάζεσθε, θωρακίζεσθε, διανίστασθε, ἔχοντες πρόμαχον καὶ προασπιστὴν τὸν Κύριον, ὃς πάντως τὸν πιστεύοντα σῴζοι· πιστεύετε, φησίν, ὅτι δύναμαι τοῦτο ποιῆσαι; οἱ δὲ εἶπον· ναί, Κύριε. καὶ αὐτός· ὑπάγετε, ὡς ἐπιστεύσατε, γενηθήτω ὑμῖν· καὶ ἐπέτυχον τῆς ἐπιζητήσεως. τοῦτο καὶ νῦν ἐφ' ἡμῖν τοῖς ταπεινοῖς. ὑπόδειξον τὸ γράμμα, ἀδελφέ μου, τοῖς προέχουσι, καί γε πρὸ πάντων ἀσφαλέστεροι ἦτε οἱ ἐκ τῶν ἔσω παραπεμφθέντες πρὸς τοῦ βασιλέως· καὶ ὁ Κύριος ἔστω μεθ' ὑμῶν. ἀμήν. 205 {1Πέτρῳ τέκνῳ}1 Τὸ μὲν ἐπιστεῖλαι καλῶς (φιλῶ γὰρ ἀεί, τέκνον μου ἠγαπημένον, ὁμιλεῖν σοι διὰ τοῦ γράμματος), τὸ δὲ ἀποστεῖλαι διὰ τί, καί γε τοσαῦτα καὶ τηλικαῦτα; ἐξέστησάς με πᾶσαν τὴν ἔκστασιν ταύτην. οὐκ ἤρκει σοι ἡ φροντὶς τῶν ἀδελφῶν; ἀλλ' ὁ πόθος πρᾶγμα βίαιον. στῆσον ἔτι, παρακαλῶ, τὸ ἐκδαπανᾶσθαί σε. πλὴν ἀπεδεξάμην, πλὴν ἀπευχαρίστησα, ὅτι ἀναξίου μου ὄντος ἡ τοιαύτη σου θεόθεν ἐκκέχυται προαίρεσις. τί ἀνταποδώσω ὁ τάλας; τί γὰρ ἀγαθὸν ἔχω ἢ ἔσχες παρ' ἐμοῦ ἢ αὐτὸς ἢ ἄλλος τῶν συμφοιτητῶν σου; θεοῦ τὸ δῶρον, οὐκ ἀπ' ἐμοῦ τι ὠνήσασθαι. ὅμως ἀνθ' ὧν προαιρούμενος εἶ ἐκ πρώτης ἡμέρας ἕως δεῦρο