1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

144

Ἡράκλειος τὴν Ἄβυδον, ἔφυγε καταλιπὼν τὰ τείχη καὶ εἰσῆλθεν ἐν 299 Κωνσταντινουπόλει. ὁ δὲ Ἡράκλειος ἐδέξατο ἐν Ἀβύδῳ πάντας τοὺς ἐξορισθέντας ἄρχοντας, οὓς ἐξώρισε Φωκᾶς, καὶ ἀνῆλθε σὺν αὐτοῖς εἰς Ἡράκλειαν. Στέφανος δέ, ὁ τῆς Κυζίκου μητροπολίτης, λαβὼν στέμμα ἐκ τῆς ἐκκλησίας τῆς ἁγίας θεοτόκου Ἀρτάκης ἀπήγαγεν αὐτὸ τῷ Ἡρακλείῳ. καταλαβὼν δὲ τὴν Κωνσταντινούπολιν προσώρμισε τῷ λιμένι τῆς Σοφίας· καὶ πολέμου κροτηθέντος νικᾷ τῇ χάριτι τοῦ Χριστοῦ [Φωκᾶν] τὸν τύραννον. οἱ δὲ δῆμοι τοῦτον παραλαβόντες ἀνεῖλον, πυρὶ κατακαύσαντες αὐτὸν ἐν τῷ Βοΐ. εἰσελθὼν δὲ Ἡράκλειος εἰς τὰ βασίλεια ἐστέφθη ὑπὸ Σεργίου πατριάρχου ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. ἐστέφθη δὲ τῇ αὐτῇ ἡμέρᾳ καὶ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία αὐγούστα, καὶ ἔλαβον ἀμφότεροι παρὰ Σεργίου πατριάρχου τοὺς στεφάνους τοῦ γάμου· καὶ τῇ αὐτῇ ἡμέρᾳ ὁμοῦ αὐτοκράτωρ καὶ νυμφίος ἀναδείκνυται. τῷ δὲ Μαΐῳ μηνὶ ἐστράτευσαν οἱ Πέρσαι κατὰ Συρίας καὶ παρέλαβον τὴν Ἀπάμειαν καὶ τὴν Ἔδεσαν καὶ ἦλθον ἕως Ἀντιοχείας.οἱ δὲ Ῥωμαῖοι συναντήσαντες αὐτοῖς ἐπολέμησαν, καὶ ἡττήθησαν Ῥωμαῖοι· καὶ διωλέσθη πᾶς ὁ λαὸς τῶν Ῥωμαίων, ὥστε ὀλίγους λίαν ἐξειλῆσαι. τῷ δὲ Ἰουλίῳ μηνὶ ζʹ, τῇ αὐτῇ ἰνδικτιῶνι, ἐτέχθη τῷ βασιλεῖ Ἐπιφάνεια, θυγάτηρ Εὐδοκίας, καὶ τῷ Αὐγούστῳ μηνὶ ιεʹ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου. Κόσμου ἔτη ϛργʹ. Τῆς θείας σαρκώσεως ἔτη χγʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κγʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. γʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι Καισάρειαν τῆς Καππαδοκίας καὶ πολλὰς μυριάδας ἐν αὐτῇ ᾐχμαλώτευσαν. Ἡράκλειος δὲ ὁ βασιλεὺς εὗρε παραλελυμένα τὰ τῆς πολιτείας Ῥωμαίων πράγματα. 300 τήν τε γὰρ Εὐρώπην οἱ Ἄβαρεις ἠρήμωσαν, καὶ τὴν Ἀσίαν οἱ Πέρσαι πᾶσαν κατέστρεψαν καὶ τὰς πόλεις ᾐχμαλώτευσαν καὶ τὸν τῶν Ῥωμαίων στρατὸν ἐν τοῖς πολέμοις ἀνήλωσαν. καὶ ταῦτα ἰδὼν ἐν ἀπορίᾳ ἦν, τί δράσῃ. ἐρευνήσας γὰρ τὸν στρατόν, εἰ ἄρα ἐσώζοντο ἐκ τῶν μετὰ Φωκᾶ κατὰ Μαυρικίου στρατευσάντων ἐπὶ τῆς τούτου τυραννίδος, δύο μόνους εὗρεν ἐν πᾶσι τοῖς θέμασιν. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαΐῳ γʹ, ἰνδικτιῶνος ιεʹ, ἐτέχθη τῷ βασιλεῖ υἱὸς ἀπὸ Εὐδοκίας, Ἡράκλειος ὁ μικρός, ὁ καὶ νέος Κωνσταντῖνος. τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ ἐτελεύτησεν Εὐδοκία ἡ αὐγούστα, τῇ αὐτῇ ιεʹ ἰνδικτιῶνι. γʹ. κδʹ. δʹ. δʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἰνδικτιῶνος αʹ, ἐστέφθη Ἐπιφάνεια, ἡ θυγάτηρ Ἡρακλείου, ὑπὸ Σεργίου πατριάρχου αὐγούστα ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. τῷ δὲ ∆εκεμβρίῳ μηνὶ κεʹ, τῇ αὐτῇ αʹ ἰνδικτιῶνι, ἐστέφθη Ἡράκλειος, ὁ υἱὸς Ἡρακλείου, ὁ νέος, ὁ καὶ Κωνσταντῖνος, ὑπὸ Σεργίου πατριάρχου. Τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ κατὰ Συρίας καὶ λυμηνάμενοι ἱκανὰ χωρία ὑπέστρεψαν. δʹ. κεʹ. εʹ. εʹ. εʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν ∆αμασκὸν καὶ ᾐχμαλώτευσαν λαὸν πολύν. Ἡράκλειος δὲ ὁ βασιλεὺς πρέσβεις πρὸς Χοσρόην ἀπέστειλε παύσασθαι τοῦ ἐκχέειν ἀνηλεῶς τὰ αἵματα τῶν ἀνθρώπων καὶ ὁρίσαι φόρους καὶ λαμβάνειν πάκτα. ὁ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέλυσεν, μὴ ποιησάμενος αὐτοῖς λόγον, ἐλπίζων τελείως παραλαβεῖν τὴν τῶν Ῥωμαίων ἀρχήν. ὁ δὲ Ἡράκλειος τῷ αὐτῷ χρόνῳ ἔγημε Μαρτῖναν καὶ ἀνηγόρευσεν αὐτὴν αὐγούσταν στέψας αὐτὴν εἰς τὸν Αὐγουστέα, στεφθεῖσαν ὑπὸ Σεργίου πατριάρχου. εʹ. κϛʹ. ϛʹ. ϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὸν Ἰορδάνην καὶ Παλαιστίνην καὶ τὴν ἁγίαν πόλιν πολέμῳ καὶ πολλοὺς ἀπέκτειναν ἐν αὐτῇ 301 διὰ χειρὸς τῶν Ἰουδαίων, ὥς φασί τινες, μυριάδας ἐννέα. οὗτοι γὰρ ὠνούμενοι τοὺς Χριστιανοὺς καθὰ εὐπόρει ἕκαστος ἀπέκτεινον αὐτούς. Ζαχαρίαν δέ, τὸν πατριάρχην Ἱεροσολύμων, καὶ τὰ τίμια καὶ ζωοποιὰ ξύλα λαβόντες σὺν αἰχμαλωσίᾳ πολλῇ ἐν Περσίδι ἀπήγαγον. Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ ἀπὸ Μαρτίνης Κωνστανστῖνος