145
θέλεις μαθεῖν ἐλθόντι ὑφηγήσομαι καὶ ὡς θέλεις ἐξετασθῆναί με συγχωρή- σω ἄνευ φιλονεικίας. καὶ ὁ Σίμων ἔφη· Ὡς ἄν μοι δόξῃ ποιήσω. καὶ τοῦτ' εἰπὼν ἐπορεύθη. τῶν δὲ συνεισελθόντων αὐτῷ οὐδεὶς συνεξῆλθεν, ἀλλὰ τοῖς ποσὶν προσπεσόντες Πέτρου ἠξίουν ἐπὶ τῷ συνηρπάσθαι τῷ Σίμωνι συγγνώμης τυγχάνειν καὶ ἀποδεχθῆναι μετανοοῦντας. ὁ δὲ Πέτρος προσέ μενος αὐτούς τε τοὺς μεταμελομένους καὶ τοὺς ἄλλους ὄχλους, ἐπέθη- κεν τὰς χεῖρας εὐχόμενος καὶ ἰώμενος αὐτῶν τοὺς πάσχοντας, καὶ οὕτως ἀπολύων παρήγγελλεν αὐτοῖς περὶ τὸν ὄρθρον ταχύνειν. καὶ τοῦτ' εἰπὼν καὶ εἰσελθὼν μετὰ τῶν συνήθων τὰ εἰωθότα πρὸς τὴν ἐπείγουσαν ἡσυ- χίαν ἐποίησεν καταλαβούσης ἑσπέρας.